Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1133
Not analysed yet
Galenus defin. medicae 95 Vol. XIX p. 371 K. φύσις ἐστὶ πῦρ τεχνικὸν ὁδῷ βαδίζον εἰς γένεσιν καὶ ἐξ ἑαυτοῦ ἐνεργητικῶς κινούμενον. ——ἑτέρως· φύσις ἐστὶ πνεῦμα ἔνθερμον ἐξ ἑαυτοῦ κινούμενον καὶ κατὰ τὰς σπερματικὰς δυνάμεις γεννῶν τε καὶ τελειοῦν καὶ διατηροῦν τὸν ἄνθρωπον. Secuntur complures definitiones huius valde similes. φύσις καὶ ἡ κρᾶσις λέγεται, φύσις καὶ ἡ ἕξις, φύσις καὶ ἡ καθ’ ὁρμὴν κίνησις. φύσις καὶ ἡ διοικοῦσα τὸ ζῷον δύναμις λέγεται.