Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1139
Not analysed yet
Galenus de usu partium 1. XIV cp. 1 (vol. IV p. 142 K.) . Μάλιστα μὲν οὖν ἀθάνατον ἡ φύσις, εἴπερ οἷόν τ’ ἦν, ἐσπούδασε τὸ ἑαυτῆς ἀπεργάσασθαι δημιούργημα· μὴ συγχωρούσης δὲ τῆς ὕλης ——τὴν ἐνδεχομένην αὐτῷ βοήθειαν εἰς ἀθανασίαν ἐμηχανήσατο δίκην ἀγαθοῦ πόλεως οἰκιστοῦ, μὴ τῆς ἐν τῷ παραχρῆμα συνοικήσεως μόνον φροντίσαντος ἀλλ’ ὅπως ἐπὶ τὸ πᾶν ἢ τὸ πλεῖστόν γε ἡ πόλις αὐτοῦ διαφυλάττοιτο, προνοησαμένου. ibid. cp. 4 (p. 151). προνοουμένη γὰρ ἡ φύσις, ὅπως ἂν μὴ ζῴου τι γένος ἀφανισθείη μηδενός, ὅσα διὰ τὴν τοῦ σώματος ἀσθένειαν ἤτοι βραχυχρόνια τελέως ἢ βορὰ τοῖς ἰσχυροτέροις ἔμελλε γενήσεσθαι, τούτοις ἅπασιν ἴαμα τῆς συνεχοῦς φθορᾶς ἐξεῦρε τὴν πολυγονίαν. ibid. (p. 152). ὁπόσοις δὲ τῶν ζῴων ὑπὸ ξηρότητος τοῦ σώματος οὐχ οἷόν τ’ ὑγρὸν ὑποθρέψαι περίττωμα (de lacte locutus erat) καθάπερ ἅπασι τοῖς πτηνοῖς, ἕτερον ἐν τούτοις τι τῆς ἀνατροφῆς τῶν ἐκγόνων ἐπετεχνήσατο σόφισμα, θαυμαστὴν κηδεμονίαν εἰς αὐτὰ τῶν γειναμένων συνάψασα, δι’ ἣν ὑπερμαχεῖ τε ἅμα τῶν νεοττῶν -καὶ τροφὰς ἐπιτηδείους αὐτοῖς ἐκπορίζει.