Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.1171
Not analysed yet
Philo de fortitudine Vol. II Mang. p. 413 Καθάπερ γὰρ ἰατρὸς μὲν ἐν ταῖς μεγάλαις καὶ ἐπισφαλέσι νόσοις ἔστιν ὅτε σωμάτων μέρη ἀφαιρεῖ, στοχαζόμενος τῆς τοῦ λοιποῦ σώματος ὑγείας, κυβερνήτης δὲ χειμώνων ἐπιγινομένων ἀποφορτίζεται, προνοίᾳ τῆς τῶν ἐμπλεόντων σωτηρίας, καὶ μέμψις οὔτε τῷ ἰατρῷ τῆς πηρώσεως, οὔτε τῷ κυβερνήτῃ τῆς ἀποβολῆς ἕπεται, τοὐναντίον δὲ ἔπαινος ἑκατέρῳ, τὸ συμφέρον πρὸ τοῦ ἡδέος ἰδόντι καὶ κατορθώσαντι, τὸν αὐτὸν τρόπον καὶ τὴν τῶν ὅλων φύσιν ἀεὶ θαυμαστέον, καὶ τοῖς ἐν τῷ κόσμῳ πραττομένοις ἅπασιν ἄνευ τῆς ἑκουσίου κακίας εὐαρεστητέον, ἐξετάζοντας, οὐκ εἴ τι μὴ καθ’ ἡδονὴν συμβέβηκεν, ἀλλ’ εἰ τρόπον εὐνόμου πόλεως ὁ κόσμος ἡνιοχεῖταί τε καὶ κυβερνᾶται.