Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.118
Not analysed yet
Sextus adv. math. VII 440. ἀλλ’ εἰώθασιν ἀνθυποφέροντες οἱ δογματικοὶ ζητεῖν πῶς ποτε καὶ ὁ σκεπτικὸς τὸ μηδὲν εἶναι κριτήριον ἀποφαίνεται· ἤτοι γὰρ ἀκρίτως τοῦτο λέγει ἢ μετὰ κριτηρίου· καὶ εἰ μὲν ἀκρίτως, ἄπιστος γενήσεται, εἰ δὲ μετὰ κριτηρίου, περιτραπήσεται καὶ λέγων μηδὲν εἶναι κριτήριον ὁμολογήσει εἰς τὴν τούτου παράστασιν κριτήριον παραλαμβάνειν. πάλιν τε ἡμῶν συνερωτώντων εἰ ἔστι κριτήριον, ἤτοι κέκριται ἢ ἄκριτόν ἐστι καὶ δυοῖν θάτερον συναγόντων ἤτοι τὴν εἰς ἄπειρον ἔκπτωσιν ἢ τὸ ἀτόπως ἑαυτοῦ τι κριτήριον εἶναι λέγεσθαι, ἀντιπαρεξάγοντές φασι μὴ ἄτοπον ὑπάρχειν τὸ ἑαυτοῦ τι κριτήριον ἀπολείπειν. καὶ γὰρ ἑαυτοῦ τὸ εὐθὺ καὶ ἄλλων ἐστὶ δοκιμαστικόν, καὶ ὁ ζυγὸς τῆς τε τῶν ἄλλων ἰσότητος καὶ τῆς ἰδίας σταθμητικὸς ὑπῆρχεν, καὶ τὸ φῶς οὐ μόνον τῶν ἄλλων ἀλλὰ καὶ ἑαυτοῦ ἐκκαλυπτικὸν φαίνεται, διόπερ καὶ τὸ κριτήριον δύναται καὶ ἄλλων καὶ ἑαυτοῦ κριτήριον καθεστάναι.