# Fragmenta Logica et Physica 1.119

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.119

Sextus adv. math. XI 162. ὅθεν καὶ καταφρονεῖν ἀναγκαῖον τῶν εἰς ἀνενεργησίαν αὐτὸν (scil. τὸν σκεπτικόν) περικλείεσθαι νομιζόντων ἢ εἰς ἀπέμφασιν· καὶ εἰς ἀνενεργησίαν μὲν ὅτι τοῦ βίου παντὸς ἐν αἱρέσεσι καὶ φυγαῖς ὄντος ὁ μήτε αἱρούμενός τι μήτε φεύγων δυνάμει τὸν βίον ἀρνεῖται καί τινος φυτοῦ τρόπον ἐπεῖχεν, εἰς ἀπέμφασιν δὲ ὅτι ὑπὸ τυράννῳ ποτὲ γενόμενος καὶ τῶν ἀῤῥήτων τι ποιεῖν ἀναγκαζόμενος ἢ οὐχ ὑπομενεῖ τὸ προσταττόμενον ἀλλ’ ἑκούσιον ἑλεῖται θάνατον, ἢ φεύγων τὰς βασάνους ποιήσει τὸ κελευόμενον, οὕτω τε οὐκέτι ἀφυγὴς καὶ ἀναίρετος ἔσται κατὰ τὸν Τίμωνα, ἀλλὰ τὸ μὲν ἑλεῖται, τοῦ δ’ ἀποστήσεται· ὅπερ ἦν τῶν μετὰ πείσματος κατειληφότων τὸ φευκτόν τι εἶναι καὶ αἱρετόν. ταῦτα δὴ λέγοντες οὐ συνιᾶσιν etc.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
