Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.127
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 10 p. 1035f. Τὸ πρὸς τὰ ἐναντία διαλέγεσθαι καθόλου μὲν οὔ φησιν ἀποδοκιμάζειν, χρῆσθαι δὲ τούτῳ παραινεῖ μετ’ εὐλαβείας, ὥσπερ ἐν τοῖς δικαστηρίοις, μὴ μετὰ συνηγορίας, ἀλλὰ διαλύοντας αὐτῶν τὸ πιθανὸν Τοῖς μὲν γὰρ ἐποχὴν ἄγουςι περὶ πάντων, ἐπιβάλλει, φησί, τοὐτο ποιεῖν, καὶ συνεργόν ἐστι πρὸς ὃ βούλονται· τοῖς δ’ ἐπιστήμην ἐνεργαζομένοις, καθ’ ἥν ὁμολογουμένως βιωσόμεθα, τὰ ἐναντία, στοιχειοῦν καὶ καταστοιχίζειν τοὺς εἰσαγομένους ἀπ’ ἀρχῆς μέχρι τέλους· ἐφ’ ὧν καιρός ἐστι μνησθῆναι καὶ τῶν ὲναντίων λόγων, διαλύοντας αὐτῶν τὸ πιθανόν, καθάπερ καὶ ἐν τοῖς δικαστηρίοις. Ταυτὶ γὰρ αὐταῖς λέξεσιν εἴρηκεν.