Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.144
Not analysed yet
Galenus in Hippocr. de humoribus lib. I. Vol. XVI p. 204 K. οὐ ταὐτὸν δέ ἐστι φωνὴ καὶ διάλεκτος καὶ αὐδή, ἀλλ’ ἡ μὲν φωνὴ ἔργον ἐστὶ τῶν φωνητικῶν ὀργάνων, ἡ διάλεκτος δὲ τῶν διαλεκτικῶν, ὧν τὸ μὲν πρῶτόν ἐστιν ἡ γλῶττα, ἔπειτα δὲ ἡ ῥὶς καὶ τὰ χείλη καὶ οἱ ὀδόντες. φωνητικὰ δὲ ὄργανά ἐστι λάρυγξ καὶ οἱ κινοῦντες αὐτὸν μύες καὶ νεῦρα, ὅσα τὴν ἐξ ἐγκεφάλου παρακομίζει τούτοις δύναμιν. αὐδὴν δὲ οὔτε πᾶν τὸ τῆς ἀκοῆς ἴδιον αἰσθητὸν οἱ παλαιοὶ ἐκάλουν, οὔτε ἐκεῖνο μόνον, ὃ διὰ στόματος ἐκπέμπεται, ἐν ᾧ περιέχεται καὶ τὸ κλάειν καὶ τὸ συρίττειν καὶ οἰμώζειν καὶ βήττειν καὶ ὅσα τοιαῦτα, μόνην δὲ τὴν ἀνθρώπου φωνήν, καθ’ ἣν διαλεγόμεθα πρὸς ἀλλήλους, αὐδὴν ὠνόμαζον. Idem in Hippocr. Epidem. III Comment. III Vol. XVII 1 p. 757 K. iisdem verbis utitur inde ab αὐδὴν δὲ οὔτε -ὠνόμαζον. Pergit: οὕτω γοῦν καὶ ὁ ποιητής, ἡνίκα ἐποίησε τοῖς ἰδίοις ἵπποις διαλεγόμενον τὸν Ἀχιλλέα, τηνικαῦτά φησι τὸν ἕτερον αὐτῶν ἀμείψασθαι λόγοις χρησάμενον ἀνθρωπίνῃ διαλέκτῳ. Ἀὐδήεντα, γάρ φησιν, ἔθηκε θεὰ λευκώλενος Ἥρη (Τ 407). οὐχ ὡς ἄφωνον ὄντα πρότερον οὐδ’ ὡς οὐκ ἔχοντα τὴν κοινὴν τῶν ἵππων φωνήν, ἀλλ’ ὡς οὐκ ὀνομαζομένην αὐδὴν ἐκείνην. οὕτως οὖν καὶ θεὸν αὐδήεσσαν εἴρηκε τὴν ἀνθρωπίνῃ διαλέκτῳ χρωμένην, ὅτι καὶ αὐτὴν ἀνθρωποειδῆ φασιν εἶναι, μὴ πάντων τῶν θεῶν τοιούτων ὑπαρχόντων. ἐναργῶς γοῦν ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων ἀποκεχώρηκε πάμπολυ τῆς τῶν ἀνθρώπων ἰδέας.