Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.153
Not analysed yet
Galenus de sophismatis ex elocutione 4. Vol. XIV p. 595 K. Εἴρηται δέ τινα καὶ τοῖς Στωϊκοῖς περὶ τούτων, ⟨ἃ κατὰ⟩ μέρος δίκαιον ἐπελθοῦσιν ἰδεῖν, εἴ τις ἔξω πίπτει τρόπος τῶν εἰρημένων. εἴη γὰρ ⟨ἄν⟩ ἐπαγωγ⟨ικ⟩ή τις αὕτη πίστις· καὶ δίκαιον ἄλλως, μηδεμίαν δόξαν ἀνδρῶν εὐδοκίμων πάρεργον τίθεσθαι. Τὸν μὲν οὖν τῆς ἀμφιβολίας ὅρον, εἰ καὶ πρὸς πολλὰ τῶν ἡμετέρων μάχεσθαι δοκεῖ, τό γε νῦν ἐατέον· ἑτέρας γὰρ καὶ ὑπὲρ τούτων σκοπεῖν πραγματείας ἐστί· τὰς δὲ διαφορὰς τῶν λεγομένων ἀμφιβολιῶν αὐτὰς ληπτέον. Εἰσὶ γε πρὸς τῶν χαριεστέρων λεγόμεναι τὸν ἀριθμὸν ὀκτώ· μία μὲν ἣν κοινὴν ὀνομάζουσι τοῦ τε εἰρημένου καὶ τοῦ διαιρετοῦ, οἵα ἐστὶν ἡ αὐλητρὶς πεσοῦσα· κοινὴ γὰρ αὕτη τοῦ τε αὐλητρὶς ὀνόματος καὶ τοῦ εἰρημένου. δευτέρα δὲ παρὰ τὴν ἐν τοῖς ἁπλοῖς ⟨ὁμωνυμίαν⟩, οἷον 'ἀνδρεῖοςʼ. ἢ γὰρ χιτὼν ἢ ἄνθρωπος. τρίτη δὲ παρὰ τὴν ἐν τοῖς συνθέτοις ὁμωνυμίαν, οἷον ἄνθρωπός ἐστιν. ἀμφίβολος γὰρ ὁ λόγος, εἴτε τὴν οὐσίαν εἴτε τὴν πτῶσιν εἶναι σημαίνει. τετάρτη δέ ἐστι παρὰ τὴν ἔλλειψιν, ὡς ὅ ἐστί σου· καὶ γὰρ ἐλλείπει τὸ διὰ μέσον, οἷον δεσπότου ἢ πατρός. πέμπτη δὲ παρὰ τὸν πλεονασμόν, ὥσπερ ἡ τοιαύτη ἀπηγόρευσεν αὐτῷ μὴ πλεῖν. τὸ γὰρ μὴ προσκείμενον ἀμφίδοξον ποιεῖ τὸ πᾶν εἴτε τὸ πλεῖν ἀπηγόρευσεν εἴτε τὸ μὴ πλεῖν. ἕκτην φασὶν εἶναι τὴν μὴ διασαφοῦσαν τί μετὰ τίνος ἄσημον μόριον τέτακται, ὡς ἐν τῷ (Il. 382) καὶ νύ κεν ἢ παρέλασσεν. τὸ γὰρ στοιχεῖον **ἂν μὴ **γένοιτο διαζευκτικόν. ἐβδόμη δέ ἐστιν ἡ μὴ δηλοῦσα τί μετὰ τίνος τέτακται σημαντικὸν μόριον. ὡς ἐν τῷ πεντήκοντ’ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς. ὀγδόη ἡ μὴ δηλοῦσα τί ἐπὶ τί ἀναφέρεται, ὡς ἐν τῷ Δίων Θέων ἐστίν. ἄδηλον γάρ ἐστιν εἴτε ἐπὶ τὴν ἀμφοτέρων ὕπαρξιν ἀναφέρεται, εἴτε ἐπὶ τοιοῦτον, οἷον ὁ Δίων Θέων ἐστίν ἢ πάλιν. -Οἱ μὲν δὴ τρόποι πρὸς τῶν χαριεστέρων οὗτοι κατηρίθμηνται-τὸ δ’ ἀμέθοδόν τε καὶ ἄτεχνον πρόδηλον (quod pluribus ostendit Galenus).