# Fragmenta Logica et Physica 1.175

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.175

Simplicius in Aristot. categ. f. 102 Z. ed. Bas. Καὶ οἱ ἀπὸ τῆς Στοᾶς δὲ διϊσχυρίζονται, ὅτι οὐδὲν τῶν κατὰ ἀπόφασιν λεγομένων οὐδενί ἐστιν ἐναντίον· ἦν γὰρ ἂν τῇ ἀρετῇ ἐναντία ἡ οὐκ ἀρετή, καὶ τῇ κακίᾳ ἐναντία ἡ οὐ κακία, ὑπὸ μὲν τὴν οὐκ ἀρετὴν καὶ τῆς κακίας πιπτούσης καὶ ἄλλων πολλῶν (καὶ γὰρ λίθου καὶ ἵππου καὶ πάντων τῶν παρὰ τὴν ἀρετήν) ὑπὸ δὲ τὴν οὐ κακίαν καὶ τῆς ἀρετῆς καὶ τῶν ἄλλων πάντων. ἔσται οὐν ἑνὶ πάντα ἐναντία, καὶ τὰ αὐτὰ τῇ ἀρετῇ καὶ τῇ κακίᾳ ἐναντία, εἰ μὴ ἡ ἀρετὴ τῇ κακίᾳ ἐναντία, ἀλλ’ ἡ οὐ κακία· συμβήσεται καὶ σπουδαίοις μέσα ἐναντία εἶναι καὶ φαύλοις, ἄτοπον δὲ τοῦτο, καὶ μάλιστα εἰ καὶ τὰ αὐτὰ καὶ μή. Καὶ τὸ δυοῖν ἐναντίων ὑφ’ ὃ μὲν πάντα τὰ ὑποπίπτοντα ποιότητας εἶναι, ὡς ὑπὸ τὴν ἀρετὴν καὶ τὴν κακίαν, ὑφ’ ὃ δὲ καὶ ποιότητας καὶ ποιά, ὡς ὑπὸ τὴν οὐκ ἀρετὴν καὶ τὴν οὐ κακίαν (ὑπὸ ταύτας γὰρ καὶ ποιότητες καὶ ποιὰ καὶ ἐνέργειαι καὶ πᾶν ὁτιοῦν ἐστι) καὶ τοῦτό ἐστιν ἀπεμφαῖνον. οὕτως μὲν οὖν καὶ παρὰ τοῖς Στωϊκοῖς διώρισται τά τε ἐναντία καὶ τὰ ἀποφατικῶς ἀντικείμενα.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
