# Fragmenta Logica et Physica 1.177

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.177

Simplicius in Aristot. categ. f. 100 B. ed. Bas. ἔστι δέ τις στέρησις καὶ ἄλλη παρὰ τὴν φυσικήν, λέγω δὲ παρ’ ἣν ἐπὶ τῶν πεφυκότων ἐλέγομεν καὶ ὅτε ἐπεφύκεσαν, ἢν Χρύσιππος ἠθικὴν καλεῖ· ἀχίτων γὰρ καὶ ἀνυπόδητος καὶ ἀνάριστος σημαίνει μὲν καὶ ψιλὴν ἀναίρεσιν, σημαίνει δὲ καὶ παρέμφασίν τινα, ὅτε καὶ κατὰ στέρησιν γίνεται. οὔτε γὰρ ἀχίτωνα τὸν βοῦν ἐροῦμεν, οὔτε ἡμᾶς ὅταν λουώμεθα ἀνυποδέτους, καὶ ἀναρίστους οὔτε τοὺς ὄρνιθας οὔτε ἡμᾶς ἄμα τῷ ἡμέραν γενέσθαι, ἀλλὰ δεῖ συνεμφαίνεσθαι τὸ εἰθισμένον καὶ ὅτε εἴθισται τὴν στέρησιν. ὄντος γὰρ ἔθους ἀριστᾶν κατά τινα ὥραν τεταγμένην ὁ ὑπὸ τὸ ἔθος ὥν, ὅταν μὴ ἐν τῷ χρόνῳ τῷ τεταγμένῳ ἀριστήσῃ, οὐ φύσεως ἔμφασιν, ἀλλ’ ἔθους κατὰ τὴν στέρησιν ἀναιρεῖ. εἰσὶν οὖν ἀέχειαι αἱ μὲν τῶν φύσει, αἱ δὲ τῶν κατ’ ἔθος, καὶ ἀναιρέσεις ἐν οἷς ἕκαστα καὶ πέφυκε καὶ εἴθισται. πολλάκις δὲ οὐκ ἔθους ἀλλὰ καθήκοντος ἀπόπτωσιν ἐμφαίνει ἡ στέρησις, ὡς ἐπὶ τοῦ ἄκλητον δειπνεῖν, ὅταν παρεμφαίνωμεν, ὅτι οὐ καθηκόντως ἀπήντησεν οὔτε κατὰ τὸ ἐπιβάλλον τοῖς ἔθεσιν. ἔστι καὶ ἄλλως ἡ στέρησις τῶν ὁμωνύμως λεγομένων· καὶ γὰρ ὅταν τι γένος ὅλον μὴ ᾖ πεφυκός τι ἔχειν, ἐστερῆσθαι λέγομεν ἐκείνου, ὅ μὴ πέφυκεν ἔχειν· οὕτως τὰ φυτὰ ἐστερῆσθαι λέγομεν αἰσθήσεως τῷ μὴ πεφυκέναι ἔχειν αἴσθησιν. καὶ ὅταν δὲ τὰ ἐν τῷ γένει τὰ μὲν ἡ πεφυκότα ἔχειν, τὰ δὲ μὴ πεφυκότα, ἐστερῆσθαι λέγεται τὰ μὴ πεφυκότα, ὥσπερ ἐν τῷ γένει τῶν ζῴων ὁ ἀσπάλαξ ὄψεως. καὶ μᾶλλόν γε τοῦτο λέγομεν ἢ ἐπὶ τοῦ/πρὸς βίαν ἀφῃρῆσθαι. κυρίως δὲ στέρησις λέγεται ἐπὶ τῶν πεφυκότων μὲν ἔχειν, μὴ ἐχόντων δὲ τότε ὅτε πεφύκασι καὶ ὅτε εἰώθασι καὶ ἐνεστήσαντο ἔχειν, ὃ δὴ καὶ ἀντίθετον τῇ ἕξει θεωρεῖται· καὶ ἡ ἐν τούτοις ἀντίθεσις κέκληται ἡ κατὰ ἕξιν καὶ στέρησιν. — — καὶ τοῦτο δὲ ἰστέον ὅτι ἐνίοτε μὲν οὐ στερητικὰ ὀνόματα στέρησιν δηλοῖ, ὡς ἡ πενία τὴν στέρησιν τῶν χρημάτων καὶ ὁ τυφλὸς στέρησιν ὄψεως. ἐνίοτε δὲ στερητικὰ ὀνόματα οὐ στέρησιν δηλοῖ· τὸ γὰρ ἀθάνατον, στερητικὸν ἔχον τὸ σχῆμα τῆς λέξεως, οὐ σημαίνει στέρησιν· οὐ γὰρ ἐπὶ πεφυκότος ἀποθνήσκειν, εἶτα μὴ ἀποθνήσκοντος, χρώμεθα τῷ ὀνόματι. πολλὴ δὲ ταραχή ἐστι κατὰ τὰς φωνὰς τὰς στερητικάς. διὰ γὰρ τοῦ ᾱ καὶ ᾱν προσαγομένων αὐτῶν, ᾥσπερ ἄοικος καὶ ἀνέστιος, συμβαίνει ποτὲ μὲν ταῖς ἀποφάσεσι, ποτὲ δὲ τοῖς ἐναντίοις συμφύρεσθαι αὐτὰς (sequuntur exempla). πολλῆς δ’ οὔσης τῆς ἀνωμαλίας Χρύσιππος μὲν ἐν τοῖς περὶ τῶν στερητικῶν λεγομένοις ἐπεξῆλθεν αὐτήν, Ἀριστοτέλει δὲ οὐ τοῦτο προὔκειτο etc. Cf. f. 102 B. ἀλλὰ τὸν μὲν πλήρη περὶ τῶν στερήσεων λόγον ἔστιν ἔκ τε τοῦ Ἀριστοτελικοῦ καὶ τοῦ Χρυσιππείου βιβλίου λαμβάνειν.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
