Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.178
Not analysed yet
Simplicius in Aristot. categ. f. 101 E. ed. Bas. ἕξεως δὲ καὶ στερήσεως οὐ δυνατὸν εἰς ἄλληλα μεταβολὴν γίνεσθαι. τυφλότης μὲν γὰρ ἐξ ὄψεως γίνεται, οὐκέτι μέντοι καὶ ἀνάπαλιν. ὅθεν καὶ ὁ Χρύσιππος ἐζήτησεν, εἰ τυφλοὺς ῥητέον τοὺς ὑποχυθέντας, δυναμένους δὲ ἐκ παρακεντήσεως ἀναβλέψαι, καὶ ἐφ’ ὧν τὰ βλέφαρα κέκλεισται. τῆς γὰρ δυνάμεως οὔσης ἐοικέναι τῷ καταμεμυκότι τοὺς ὀφθαλμοὺς ἢ τῷ κωλυομένῳ ὁρᾶν διά τι παραπέτασμα, οὗ ἀφαιρεθέντος οὐδὲν κωλύεται ὁρᾶν. διὸ οὐδὲ ἀπὸ στερήσεως εἰς ἕξιν γίνεται ἡ τοιαύτη μεταβολή. λαμβάνει δὲ νῦν στέρησιν τὴν κατὰ πήρωσιν.