# Fragmenta Logica et Physica 1.182

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.182

Philo de agricultura § 139. Vol. II p. 122, 18 Wendl. ὅτι τῶν ὄντων τὰ μέν ἐστι σώματα, τὰ δ’ ἀσώματα· καὶ ⟨τῶν σωμάτων⟩ τὰ μὲν ἄψυχα, τὰ δὲ ψυχὴν ἔχοντα· καὶ τὰ μὲν λογικὰ, τὰ δ’ ἄλογα· καὶ τὰ μὲν θνητά, τὰ δὲ θεῖα· καὶ τῶν θνητῶν τὸ μὲν ἄῤῥεν, τὸ δὲ θῆλυ, τὰ ἀνθρώπου τμήματα. Καὶ πάλιν τῶν ἀσωμάτων τὰ μὲν τέλεια, τὰ δ’ ἀτελῆ· καὶ τῶν τελείων τὰ μὲν ἐρωτήματα καὶ πύσματα, ἀρατικά τε αὖ καὶ ὁρκικὰ καὶ ὅσαι ἄλλαι τῶν κατ’ εἶδος ἐν ταῖς περὶ τούτων στοιχειώσεσιν ἀναγράφονται διαφοραί. Τὰ δὲ πάλιν ἃ διαλεκτικοῖς ἔθος ἐστὶν ὀνομάζειν ἀξιώματα· καὶ τούτων τὰ μὲν ἁπλᾶ, τὰ δ’ οὐχ ἁπλᾶ· καὶ τῶν οὐχ ἁπλῶν τὰ μὲν συνημμένα, τὰ δὲ παρασυνημμένα τὸ μᾶλλον ἢ ἦττον· καὶ προσέτι δὲ διεζευγμένα καὶ ἄλλα τοιουτότροπα· ἔτι δ’ ἀληθῆ τε καὶ ψευδῆ καὶ ἄδηλα, δυνατά τε καὶ ἀδύνατα· [καὶ τὰ μὲν φθαρτὰ καὶ ἄφθαρτα,] καὶ ἀναγκαῖα καὶ οὐκ ἀναγκαῖα, καὶ εὔπορά τε καὶ ἄπορα, καἰ ὅσα συγγενῆ τούτοις. Πάλιν δὲ τῶν ἀτελῶν αἱ εἰς τὰ λεγόμενα κατηγορήματα καὶ συμβεβηκότα καὶ ὅσα τούτων ἐλάττω διαιρέσεις προσεχεῖς.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
