Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.183
Not analysed yet
Diocles Magnes apud Diog. Laërt. VII 63. ἐν μὲν οὖν τοῖς ἐλλιπέσι λεκτοῖς τέτακται τὰ κατηγορήματα· -64. ἔστι δὲ τὸ κατηγόρημα τὸ κατά τινος ἀγορευόμενον· ἢ πρᾶγμα συντακτὸν περί τινος ἢ τινῶν, ὡς οἱ περὶ Ἀπολλόδωρόν φασιν, ἢ λεκτὸν ἐλλιπὲς συντακτὸν ὀρθῇ πτώσει πρὸς ἀξιώματος γένεσιν. τῶν δὲ κατηγορημάτων τὰ μέν ἐστι συμβάματα ****οἷον τὸ διὰ πέτρας πλεῖν. καὶ τὰ μέν ἐστι τῶν κατηγορημάτων ὀρθά, ἃ δ’ ὕπτια, ἃ δ’ οὐδέτερα. ὀρθὰ μὲν οὖν ἐστι τὰ συντασσόμενα μιᾷ τῶν πλαγίων πτώσεων πρὸς κατηγορήματος γένεσιν, οἶον ἀκούει ὁρᾷ διαλέγεται. ὕπτια δέ ἐστι τὰ συντασσόμενα τῷ παθητικῷ μορίῳ, οἶον ἀκούομαι ὁρῶμαι. οὐδέτερα δ’ ἐστὶ τὰ μηδετέρως ἔχοντα, οἶον φρονεῖ περιπατεῖ. ἀντιπεπονθότα δέ ἐστιν ἐν τοῖς ὑπτίοις, ἃ ὕπτια ὄντα ἐνεργήματά [δέ] ἐστιν, οἷον κείρεται. ἐμπεριέχει γὰρ ἑαυτὸν ὁ κειρόμενος. πλάγιαι δὲ πτώσεις εἰσὶ γενικὴ καὶ δοτικὴ καὶ αἰτιατική.