# Fragmenta Logica et Physica 1.184

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.184

Porphyrius apud Ammonium in Aristot. de interpr. p. 44, 19 Busse. (ἐν οἷς καὶ προσιστορεῖ (scil. Porphyrius) τὴν τῶν Στωϊκῶν διάταξιν περὶ τῶν κατηγορουμένων ὅρων ἐν ταῖς προτάσεσιν οὖσαν τοιαύτην.) Τὸ κατηγορούμενον ἤτοι ὀνόματος κατηγορεῖται ἢ πτώσεως, καὶ τούτων ἑκάτερον ἤτοι τέλειόν ἐστιν ὡς κατηγορούμενον καὶ μετὰ τοῦ ὑποκειμένου αὔταρκες πρὸς γένεσιν ἀποφάνσεως, ἢ ἐλλιπὲς καὶ προσθήκης τινὸς δεόμενον πρὸς τὸ τέλειον ποιῆσαι κατηγορούμενον. ἂν μὲν οὖν ὀνόματός τι κατηγορηθὲν ἀπόφανσιν ποιῇ, κατηγόρημα καὶ σύμβαμα παρ’ αὐτοῖς νομάζεται (σημαίνει γὰρ ἄμφω ταὐτὸν), ὡς τὸ περιπατεῖ, οἷον Σωκράτης περιπατεῖ. ἂν δὲ πτώσεως, παρασύμβαμα, ὡσανεὶ παρακείμενον τῷ συμβάματι καὶ ὂν οἷον παρακατηγόρημα. ὡς ἔχει τὸ μεταμέλει, οἷον Σωκράτει μεταμέλει. τὸ μὲν γὰρ μεταμελεῖται σύμβαμα εἶναι, τὸ δὲ μεταμέλει παρασύμβαμα οὐ δυνάμενον ὀνόματι συνταχθὲν ἀπόφανσιν ἐργάσασθαι, οἷον Σωκράτης μεταμέλει (οὐδεμία γὰρ τοῦτο ἀπόφανσις) ἀλλ’ οὔτε κλίσιν ἐπιδέξασθαι δυνάμενον, ὡς τὸ περιπατῶ, περιπατεῖς, περιπατεῖ οὔτε συμμετασχηματισθῆναι τοῖς ἀριθμοῖς· ὥσπερ γὰρ λέγομεν τούτῳ μεταμέλει οὕτως, καὶ τούτοις μεταμέλει. καὶ πάλιν ἂν μὲν τὸ τοῦ ὀνόματος κατηγορούμενον δέηται προσθήκης πτώσεως ὀνόματός τινος πρὸς τὸ ποιῆσαι ἀπόφάνσιν, ἔλαττον ἢ κατηγόρημα λέγεται, ὡς ἔχει τὸ φιλεῖ καὶ τὸ εὐνοεῖ, οἷον Πλάτων φιλεῖ· τούτῳ γὰρ προστεθὲν τὸ τινά, οἷον Δίωνα, ποιεῖ ὡρισμένην ἀπόφανσιν τὴν Πλάτων Δίωνα φιλεῖ. ἂν δὲ τὸ τῆς πτώσεως κατηγορούμενον ᾖ τὸ δεόμενον ἑτέρᾳ συνταχθῆναι πλαγίᾳ πτώσει πρὸς τὸ ποιῆσαι ἀπόφανσιν, ἔλαττον ἢ παρασύμβαμα λέγεται, ὡς ἔχει τὸ μέλει, οἷον Σωκράτει Ἀλκιβιάδου μέλει. ταῦτα δὲ πάντα καλοῦσι ῥήματα. καὶ τοιαύτη μὲν ἡ τῶν Στωϊκῶν περὶ τούτων παράδοσις. Eadem fere Stephanus in Aristot. de interpret. p. 10, 22 sq. p. 11, 8 sq. Hayd. (Comment. graec. XVIII, 3), Cf. etiam Apollon. περὶ συντ. III 32 μεταμέλει γὰρ Σωκράτει καὶ ἔτι μέλει, τῆς ὀρθῆς οὐ συνούσης, διὸ καὶ παρασυμβάματα αὐτὰ ἐκάλεσαν οἱ ἀπὸ τῆς Στοᾶς, τῶν ἄλλων ῥημάτων κατὰ τὰς συμβαινούσας διαθέσεις παρ’ αὐτοῖς συμβαμάτων προσαγορευομένων ἢ καὶ ἔτι κατηγορημάτων· καὶ τὸ μἐν ἀπαρτίζον τὴν διάνοιαν παρασύμβαμα, λέγω τὸ μέλει Σωκράτει, τὸ δὲ ἐλλεῖπον ἧττον ἢ παρασύμβαμα, λέγω δὴ τὸ μέλει. Idem I, 8 πᾶν ἀπαρέμφατον ὄνομά ἐστι ῥηματικόν, εἰ γε καὶ οἱ ἀπὸ τῆς Στοᾶς αὐτὸ μὲν καλοῦσι ῥῆμα, τὸ δὲ περιπατεῖ ἢ γράφει κατηγόρημα ἢ σύμβαμα. Falsa de iisdem rebus produnt Suid. s. v. σύμβαμα Priscianus XVIII p. 1118.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
