Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.192
Not analysed yet
Simplicius in Aristot. categ. f. 103 A. ed. Bas. χωρὶς δὲ τούτων, φασί, πάλαι λέλυται ταῦτα ἐν ταῖς ἐξηγήσεσι τοῦ ὅρου τοῦ ἀξιώματος τοῦ ἀφοριζομένου τὸ ἀξίωμα ὅ ἐστιν ἀληθὲς ἢ ψεῦδος· οὐ γὰρ τὸ ὀμοτικὸν οἷόν τε ἀληθὲς εἶναι ἢ ψευδές, ἀλλ’ εὐορκεῖν μὲν ἢ ἐπιορκεῖν ἐν τοῖς ὅρκοις εἰκός· ἀληθεύειν δὲ ἢ ψεύδεσθαι ἐν αὐτοῖς οὐχ οἷόν τε, κἂν περὶ ἀληθῶν ὀμόσῃ τις ἢ ψευδῶν. καὶ τὸ θαυμαστικὸν δὲ πλεονάζον τῷ θαύματι παρὰ τὸ ἀξίωμα καὶ τὸ ψεκτικὸν τῷ μωμίμῳ (sic!) οὔτε ἀληθές ἐστιν οὔτε ψευδές, ἀλλὰ ὅμοια ἀληθέσιν ἢ ψευδέσιν· ἀλλ’ αὗται μὲν ἀπὸ τῆς Στωϊκῆς ἀκριβείας ἔστωσαν αἱ λύσεις. Ex Chrysippi libris ad hanc paragraphum pertinent: περὶ ἀξιωμάτων αʹ περὶ τῶν καταγορευτικῶν πρὸς Ἀθηνόδωρον αʹ περὶ τῶν ἀορίστων ἀξιωμάτων πρὸς Δίωνα γʹ περὶ τῆς διαφορᾶς τῶν ἀορίστων δʹ περὶ δυνατῶν πρὸς Κλεῖτον δʹ περὶ τῶν κατὰ τὸ ὑποκείμενον ὡρισμένων ἐκφορῶν αʹ.