Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.208
Not analysed yet
Galenus introductio dialectica 4 p. 10, 13 Kalbfl. εἰ δὲ ἐφ’ ἑτέρων λέγοιτο ⟨ἡ⟩ φωνὴ, ⟨ἂ⟩ μήτε ἀκολουθίαν ἔχει πρὸς ἄλληλα μήτε μάχην ἀποφατικήν, συμπεπλεγμένον καλέσομεν τὸ τοιοῦτον ἀξίωμα, καθάπερ ἐπὶ τοῦ Δίων περιπατεῖ καὶ Θέων διαλέγεται. ταυτὶ γὰρ οὔτε μάχην οὔτε ἀκολουθίαν ἔχοντα κατὰ συμπλοκὴν ἑρμηνεύεται. διὸ κἀπειδὰν ἀποφάσκωμεν αὐτά, τὸν λόγον ἐκεῖνον ἤτοι γε ἀποφατικὴν συμπλοκὴν ἢ ἀποφατικὸν εἷναι συμπεπλεγμένον φήσομεν· οὐδὲν γὰρ πρὸς τὸ παρὸν διαφέρει συμπεπλεγμένον λέγειν ἀποφατικὸν ἢ συμπλοκήν. ——ἀλλ’ οἱ περὶ Χρύσιππον, κἀνταῦθα τῇ λέξει μᾶλλον ἢ τοῖς πράγμασι προσέχοντες τὸν νοῦν, ἅπαντα τὰ διὰ τῶν συμπλεκτιαῶν καλουμένων συνδέσμων συνιστάμενα κἂν ἐκ μαχομένων ἢ ἀκολούθων, συμπεπλεγμένα καλοῦσιν, ἐν οἷς μὲν ἔγκειταί τις ἀκρίβεια διδασκαλίας, ἀμελῶς χρώμενοι τοῖς ὀνόμασιν, ἐν οἷς δὲ οὐδὲν διαφέρον αἱ φωναὶ σημαίνουσιν, αὐτοὶ νομοθετοῦντες ἴδια σημαινόμενα etc.