Ancient Greek · ~15 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.221.1
Not analysed yet
Sextus adv. math. VIII 244. βραχέα δ’ ἴσως δεήσει καὶ περὶ τοῦ ἀρέσκοντος αὐτοῖς προλαβεῖν, καθ’ ὃ ἀξίωμα θέλουσιν εἶναι τὸ σημεῖον, καὶ διὰ τοῦτο νοητόν. ὑπογράφοντες τοίνυν φασὶ σημεῖον εἶναι ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον, ἐκκαλυπτικὸν τοῦ λήγοντος. κρίσεις δὲ τοῦ ὑγιοῦς συνημμένου πολλὰς μὲν καὶ ἄλλας εἶναί φασιν, μίαν δ’ ἐξ ἁπασῶν ὑπάρχειν ——τὴν ἀποδοθησομένην. πᾶν γὰρ συνημμένον ἤ ἀπὸ ἀληθοῦς ἀρχόμενον εἰς ἀληθὲς λήγει, ἢ ἀπὸ ψεύδους ἀρχόμενον ἐπὶ ψεῦδος λήγει, ἢ ἀπ’ ἀληθοῦς ἐπὶ φεῦδος, ἢ ἀπὸ ψεύδους ἐπ’ ἀληθές. ἀπὸ μὲν οὖν ἀληθοῦς ἀρχόμενον ἐπ’ ἀληθὲς λήγει τὸ ⟨εἰ⟩ εἰσὶ θεοί, προνοίᾳ θεῶν διοικεῖται ὁ κόσμος, ἀπὸ ψεύδους δὲ ἐπὶ ψεῦδος τὸ εἰ πέταται ἡ γῆ, πτέρυγας ἔχει ἡ γῆ, ἀπὸ ψεύδους δὲ ἐπ’ ἀληθὲς τό εἰ πέταται ἡ γῆ, ἔστιν ἡ γῆ, ἀπὸ δὲ ἀληθοῦς ἐπὶ ψεῦδος τὸ εἰ κινεῖται οὗτος, περιπατεῖ οὗτος μὴ περιπατοῦντος μὲν αὐτοῦ, κινουμένου δέ. τεσσάρων οὖν οὐσῶν τοῦ συνημμένου συζυγιῶν, ——κατὰ μὲν τοὺς πρώτους τρεῖς τρόπους φασὶν ἀληθὲς τοῦτο γίνεσθαι -καθ' ἕνα δὲ μόνον γίνεσθαι ψεῦδος, ὅταν ἀπ’ ἀληθοῦς ἀρχόμενον λήγῃ ἐπὶ ψεῦδος. τούτων δὲ οὕτως ἐχόντων ἀναζητητέον, φασί, τὸ σημεῖον οὐκ ἐν τῷ μοχθηρῷ τούτῳ συνημμένῳ ἀλλ’ ἐν τῷ ὑγιεῖ· εἴρηται γὰρ ἀξίωμα τὸ ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον. ἀλλ’ ἐπεὶ οὐχ ἓν ἦν ὑγιὲς συνημμένον, τρία δέ, καθάπερ τὸ ἀπ’ ἀληθοῦς ἀρχόμενον καὶ ἐπ’ ἀληθὲς λῆγον καὶ τὸ ἀπὸ ψεύδους ἐπὶ ψεῦδος καὶ τὸ ἀπὸ ψεύδους ἐπ’ ἀληθές, σκεπτέον πότερόν ποτε ἐν πᾶσι ζητητέον τοῖς ὑγιέσι συνημμένοις τὸ σημεῖον ἢ ἐν τισὶν ἢ ἐν τινί. οὐκοῦν εἰ τὸ σημεῖον ἀληθὲς εἶναι δεῖ καὶ ἀληθοῦς παραστατικόν, οὔτε ἐν τῷ ἀπὸ ψεύδους ἀρχομένῳ καὶ ἐπὶ ψεῦδος λήγοντι οὔτε ἐν τῷ ἀπὸ ψεύδους ἐπ’ ἀληθὲς ὑποκείσεται. λείπεται οὖν ⟨ἐν⟩ ἐκείνῳ μόνον αὐτὸ τυγχάνειν τῷ ἀπὸ τοῦ ἀληθοῦς τε ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι, ὡς ἂν καὶ αὐτοῦ ὑπάρχοντος καὶ τοῦ σημειωτοῦ συνυπάρχειν ὀφείλοντος αὐτῷ. τοίνυν ὅταν λέγηται τὸ σημεῖον ἀξίωμα εἶναι ἐν ὑγιεῖ συνημμένῳ καθηγούμενον, δεήσει ἐν μόνῳ ἀκούειν αὐτὸ καθηγούμενον συνημμένῳ τῷ ἀπ’ ἀληθοῦς τε ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι. -καὶ μὴν οὐκ εἴτι ἡγεῖται ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ ἀπ’ ἀληθοῦς τε ἀρχομένῳ καὶ ἐπ’ ἀληθὲς λήγοντι, τοῦτό ἐστι σημεῖον· (sequitur exemplum) δεῖ ἄρα τὸ σημεῖον ——καὶ ἐκκαλυπτικὴν ἔχειν φύσιν τοῦ λήγοντος, οἷόν ἐστι τὸ ἐν τοῖς τοιούτοις συνημμένοις εἰ γάλα ἔχει ἐν μαστοῖς ἥδε, κεκύηκεν ἥδε καὶ εἰ βρογχεῖον ἔπτυκεν οὗτος, ἕλκος ἔχει ἐν πνεύμονι οὗτος. τουτὶ γὰρ τὸ συνημμένον ὑγιές ἐστιν, ἀρχόμενον μὲν ἀπ’ ἀληθοῦς ——λῆγον δ’ ἐπ’ ἀληθές ——μετὰ τοῦ ἐκκαλυπτικὸν εἶναι τὸ πρῶτον τοῦ δευτέρου· ἐκείνῳ γὰρ προσβάλλοντες κατάληψιν τούτου ποιούμεθα. Ἔτι, φασί, τὸ σημεῖον παρὸν παρόντος εἶναι δεῖ σημεῖον. ἔνιοι γὰρ ἐξαπατώμενοι καὶ παρὸν παρῳχημένου θέλουσιν εἶναι σημεῖον, ὡς ἐπὶ τοῦ εἰ οὐλὴν ἔχει οὗτος, ἕλκος ἔσχηκεν οὗτος. εἰ μὲν γάρ οὐλὴν ἔχει, παρόν ἐστι, φαίνεται γάρ, τὸ δὲ ἕλκος ἐσχηκέναι παρῳχημένον, οὐκέτι γάρ ἐστιν ἕλκος· καὶ παρὸν μέλλοντος, ὡς τὸ περιεχόμενον τῷ τοιούτῳ συνημμένῳ εἰ καρδίαν τέτρωται οὗτος, ἀποθανεῖται οὗτος. τὸ μὲν γὰρ τραῦμα τῆς καρδίας εἶναί φασιν ἤδη, τὸν δὲ θάνατον μέλλειν· ἀγνοοῦσι δὴ οἱ τὰ τοιαῦτα λέγοντες ὅτι ἄλλ’ ἐστι τὰ παρῳχημένα καὶ τὰ μέλλοντα, τὸ μέντοι σημεῖον καὶ τὸ σημειωτὸν κἀν τούτοις παρὸν παρόντος ἐστίν. ἔν τε γὰρ τῷ προτέρῳ -τὸ μὲν ἕλκος γέγονεν ἤδη καὶ παρῴχηκεν, τὸ δὲ ἕλκος ἐσχηκέναι τοῦτον ἀξίωμα καθεστηκὸς ἐνέστηκεν, περὶ γεγονότος τινὸς λεγόμενον· ἔν τε τῷ εἰ καρδίαν τέτρωται οὗτος, ἀποθανεῖται οὗτος, ὁ μὲν θάνατος μέλλει, τὸ δὲ ἀποθανεῖσθαι τοῦτον ἀξίωμα ἐνέστηκεν, περὶ μέλλοντος λεγόμενον, παρὸ καὶ νῦν ἐστιν ἀληθές. ὥστε καὶ ἀξίωμά ἐστι τὸ σημεῖον, καὶ ἐν ὑγιεῖ συνημμένῳ καθηγεῖται, τῷ ἀρχομένῳ ἀπὸ ἀληθοῦς καὶ λήγοντι ἐπ’ ἀληθές, ἐκκαλυπτικόν τέ ἐστι τοῦ λήγοντος, καὶ διὰ παντὸς παρὸν παρόντος ἐστί σημεῖον. Τούτων δ’ ὑποδεδειγμένων κατὰ τὰς αὐτῶν ἐκείνων τεχνολογίας etc.