Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.224
Not analysed yet
Sextus adv. math. XI 8. τὸν γὰρ ὅρον φασὶν οἱ τεχνογράφοι ψιλῇ τῇ συντάξει διαφέρειν τοῦ καθολικοῦ, δυνάμει τὸν αὐτὸν ὄντα. καὶ εἰκότως· ὁ γὰρ εἰπὼν ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν τῷ εἰπόντι εἴ τί ἐστιν ἄνθρωπος, ἐκεῖνο ζῷόν ἐστι λογικὸν θνητόν τῇ μὲν δυνάμει τὸ αὐτὸ λέγει, τῇ δὲ φωνῇ διάφορον. καὶ ὅτι τοῦτο, συμφανὲς ἐκ τοῦ μὴ μόνον τὸ καθολικὸν τῶν ἐπὶ μέρους εἶναι περιληπτικόν, ἀλλὰ καὶ τὸν ὅρον ἐπὶ πάντα τὰ εἴδη τοῦ ἀποδιδομένου πράγματος διήκειν, οἶον τὸν μὲν τοῦ ἀνθρώπου ἐπὶ πάντας τοὺς κατ’ εἶδος ἀνθρώπους, τὸν δὲ τοῦ ἵππου ἐπὶ πάντας τοὺς ἵππους. ἑνός τε ὑποταχθέντος ψεύδους ἑκάτερον γίνεται μοχθηρόν, τό τε καθολικὸν καὶ ὁ ὅρος. ἀλλὰ γὰρ ὡς ταῦτα φωναῖς ἐξηλλαγμένα κατὰ δύναμίν ἐστι τὰ αὐτά, ὧδε καὶ ἡ τέλειος, φασί, διαίρεσις, δύναμιν ἔχουσα καθολικήν, συντάξει τοῦ καθολικοῦ διενήνοχεν. ὁ γὰρ τρόπῳ τῷδε διαιρούμενος τῶν ἀνθρώπων οἱ μέν εἰσιν Ἕλληνες οἱ δὲ βάρβαροι ἴσον τι λέγει τῷ εἴ τινές εἰσιν ἄνθρωποι, ἐκεῖνοι ἢ Ἕλληνές εἰσιν ἢ βάρβαροι. ἐὰν γάρ τις ἄνθρωπος εὑρίσκηται μήτε Ἕλλην μήτε βάρβαρος, ἀνάγκη μοχθηρὰν μὲν εἶναι τὴν διαίρεσιν, ψεῦδος δὲ γίνεσθαι τὸ καθολικόν. διόπερ καὶ τὸ οὕτω λεγόμενον τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακά, τὰ δέ τούτων μεταξύ δυνάμει κατὰ τὸν Χρύσιππον τοιοῦτόν ἐστι καθολικόν εἴ τινά ἐστιν ὄντα, ἐκεῖνα ἤτοι ἀγαθά ἐστιν ἢ κακά ἐστιν ἢ ἀδιάφορα.