Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.230
Not analysed yet
Galenus adv. Lycum 3. Vol. XVIII A. p. 209 K. οὕτως οὖν ἀπαίδευτον ἐρωτᾷ λόγον ὁ Λύκος, ὥστε οὐκ αἰσθάνεται τὰς τέχνας ἁπάσας ἀναιρῶν. ἐν γάρ τοι τῇ γνώσει τῶν διαφορῶν ἑκάστου τῶν ὄντων αἱ τέχναι συνίστανται. καὶ τοῦτο ἐπὶ πλεῖστον μὲν κἀν τῷ Φιλήβῳ διῆλθεν ὁ Πλάτων εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος· ἐφύλαξε δ’ αὐτοῦ τὴν γνώμην Ἀριστοτέλης καὶ Θεόφραστος, Χρύσιππός τε καὶ Μνησίθεος καὶ οὐδεὶς ὅστις οὐ διῆλθεν ἐν τῷ περὶ τέχνης γράμματι τὸν αὐτὸν λόγον. Quot Chrysippus libros scripserit ad syllogisticam doctrinam pertinentes vid. n. 14 v. Λογικοῦ τόπου πρὸς τοὺς λόγους καὶ τοὺς τρόπους.