Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.234
Not analysed yet
Galenus de Hippocr. et Plat. plac. II. 3 (91) p. 178 Mü. καὶ ταύτῃ διήνεγκεν ἐπιστημονικὸν δείξεως λῆμμα ῥητορικοῦ τε καὶ γυμναστικοῦ καὶ σοφιστικοῦ, ὑπὲρ ὧν οὐδ’ αὐτῶν οὐδεμίαν ἐδίδαξαν ἡμᾶς οὔτε μέθοδον οὔτε γυμνασίαν οἵγε περὶ τὸν Ζήνωνα καὶ τὸν Χρύσιππον. ὅθεν ἀναμέμικται φύρδην ἐν τοῖς βιβλίοις αὐτῶν ἐφεξῆς ἅπαντα τὰ λήμματα. καὶ πολλάκις ἡγεῖται μέν, εἰ οὕτως ἔχει, ῥητορικὸν ἐπιχείρημα, τούτῳ δ’ ἕπεται γυμναστικόν τε καὶ διαλεκτικόν, εἶθ’ ἑξῆς ἐπιστημονικόν, εἶθ’ οὕτως εἰ ἔτυχε σοφιστικόν, οὐκ εἰδότων, ὡς τὰ μὲν ἐπιστημονικὰ λήμματα πρὸς τὴν οὐσίαν ἀναφέρεται τοῦ ζητουμένου etc.