# Fragmenta Logica et Physica 1.242.1

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.242.1

Sextus adv. math. VIII 223. εὐθέως γάρ, ἵνα μικρὸν ἄνωθεν προλάβωμεν, ἀναπόδεικτοι λέγονται διχῶς, οἵ τε μὴ ἀποδεδειγμένοι καὶ οἱ μὴ χρείαν ἔχοντες ἀποδείξεως τῷ αὐτόθεν εἶναι περιφανὲς ἐπ’ αὐτῶν τὸ ὅτι συνάγουσιν. ἐπεδείξαμεν δὲ πολλάκις ὡς κατὰ τὸ δεύτερον σημαινόμενον ταύτης ἠξίωνται τῆς προσηγορίας οἱ κατ’ ἀρχὴν τῆς πρώτης περὶ συλλογισμῶν εἰσαγωγῆς παρὰ τῷ Χρυσίππῳ τεταγμένοι. νυνὶ δὲ ἐφ’ ὁμολόγῳ τούτῳ γνωστέον ὅτι πρῶτος μέν ἐστιν ἀναπόδεικτος ὁ ἐκ συνημμένου καὶ τοῦ ἡγουμένου, τὸ λῆγον ἐν ἐκείνῳ τῷ συνημμένῳ ἔχων συμπέρασμα. τουτέστιν ὅταν λόγος δύο ἔχῃ λήμματα, ὧν τὸ μὲν ἕτερόν ἐστι συνημμένον τὸ δὲ ἕτερον ἡγούμενον ἐν τῷ συνημμένῳ, ἔχῃ δὲ καὶ ἐπιφορὰν τὸ λῆγον ἐν τῷ αὐτῷ συνημμένῳ, τότε ὁ τοιοῦτος λόγος πρῶτος ἀναπόδεικτος καλεῖται, οἷον ὁ οὕτως ἔχων εἰ ἡμέρα ἔστι, φῶς ἐστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν· φῶς ἄρα ἔστιν. οὗτος γὰρ τὸ μὲν ἕτερον τῶν λημμάτων ἔχει συνημμένον, τὸ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν, τὸ δὲ λοιπὸν τὸ ἡγούμενον ἐν τῷ συνημμένῳ ἀλλὰ μὴν ἡμέρα ἔστιν, τὸ ⟨δὲ⟩ φῶς ἄρα ἔστιν τρίτον τὴν ἐπιφορὰν τὸ λῆγον τοῦ συνημμένου. － δεύτερος δ’ ἐστὶν ἀναπόδεικτος ὁ ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τῷ λήγοντι ἐν ἐκείνῳ τῷ συνημμένῳ, τὸ ἀντικείμενον τῷ ἡγουμένῳ ἔχων συμπέρασμα. τουτέστιν ὅταν λόγος πάλιν ἐκ δυοῖν συνεστὼς λημμάτων, ὧν τὸ μὲν ἕτερόν ἐστι συνημμένον, τὸ δὲ ἕτερον ἀντικείμενον τῷ λήγοντι ἐν τῷ συνημμένῳ, ἔχῃ δὲ καὶ ἐπιφορὰν τὸ ἀντικείμενον τῷ ἡγουμένῳ, τότε ὁ τοιοῦτος γίνεται δεύτερος ἀναπόδεικτος, ὡς τὸ εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· οὐχὶ δέ γε φῶς ἔστιν· οὐκ ἄρα ἔστιν ἡμέρα. τό τε γὰρ εἰ ἔστιν· ἡμέρα, φῶς ἔστιν τὸ ἕτερον λῆμμα τοῦ λόγου συνημμένον έστί, τό τε οὐχὶ δέ γε φῶς ἔστιν λοιπὸν λῆμμα τοῦ λόγου καθεστώς, ἀντικείμενόν ἐστι τῷ λήγοντι ἐν τῷ συνημμένῳ· ἥ τε ἐπιφορὰ ἡ οὐκ ἄρα ἡμέρα ἔστιν τὸ ἀντικείμενον ἦν τοῦ ἡγουμένου. － τρίτος δέ ἐστι λόγος ἀναπόδεικτος ὁ ἐξ ἀποφατικοῦ συμπλοκῆς καὶ ἑνὸς τῶν ἐν τῇ συμπλοκῇ, τὸ ἀντικείμενον τοῦ λοιποῦ τῶν ἐν τῇ συμπλοκῇ ἔχων συμπέρασμα, οἷον οὐχὶ καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἡμέρα δὲ ἔστιν· οὐκ ἄρα ἔστι νύξ. τὸ μὲν γὰρ οὐχὶ καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν ἀποφατικὸν ἦν συμπεπλεγμένου τοῦ καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστι, τὸ δὲ ἡμέρα ἔστι τὸ ἕτερον ἐτύγχανε τῶν ἐν τῇ συμπλοκῇ, τὸ δὲ οὐκ ἄρα ἔστι νύξ τὸ ἀντικείμενον ἦν τῷ λοιπῷ τῶν ἐν τῇ συμπλοκῇ. － Οἰ μὲν οὖν λόγοι τοιοῦτοί τινές εἰσι, τρόποι δὲ αὐτῶν καὶ ὡσπερεὶ σχήματα ἐν οἷς ἠρώτηνται οἰ οὕτως ἔχοντες, τοῦ μὲν πρώτου ἀναποδείκτου· εἰ τὸ πρῶτον, τὸ δεύτερον· τὸ δέ γε πρῶτον· τὸ ἄρα δεύτερον. τοῦ δὲ δευτέρου εἰ τὸ πρῶτον, τὸ δεύτερον· οὐχὶ δέ γε τὸ δεύτερον· οὐκ ἄρα τὸ πρῶτον, τοῦ δὲ τρίτου οὐχὶ καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον· τὸ δέ γε πρῶτον· οὐκ ἄρα τὸ δεύτερον. － Ἔτι χρὴ γινώσκειν ὅτι τῶν ἀναποδείκτων οἱ μέν εἰσιν ἁπλοῖ οἱ δὲ οὐχ ἁπλοῖ· ὧν ἁπλοῖ μέν εἰσιν οἱ αὐτόθεν σαφὲς ἔχοντες τὸ ὅτι συνάγουσιν — — ὁποῖοί εἰσιν οἱ ἐκκείμενοι. — — οὐχ ἁπλοῖ δέ εἰσιν οἱ ἐκ τῶν ἁπλῶν πεπλεγμένοι καὶ ἔτι χρείαν ἔχοντες τῆς εἰς ἐκείνους ἀναλύσεως, ἵνα γνωσθῶσιν ὅτι καὶ αὐτοὶ συνάγουσιν. τούτων δὲ τῶν οὐχ ἁπλῶν οἱ μὲν ἐξ ὁμογενῶν εἰσι συνεστῶτες, οἱ δὲ ἐξ ἀνομογενῶν, καὶ ἐξ ὁμογενῶν μὲν ὥσπερ οἱ ἐκ δυοῖν πρώτων ἀναποδείκτων πεπλεγμένοι ἢ ἐκ δυοῖν δευτέρων, ἐξ ἀνομογενῶν δὲ ὥσπερ οἱ ἐκ πρώτου ἀναποδείκτου συνεστῶτες ἢ ἐκ δευτέρου καὶ τρίτου, καὶ κοινῶς οἱ τούτοις παραπλήσιοι (sequuntur apud Sextum § 230 exempla).

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
