Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.245
Not analysed yet
Galenus introductio dialectica 6 p. 15, 8 Kalbfl. ὀνομάζουσι δὲ τρόπον οἱ διαλεκτικοὶ τὰ τῶν λόγων σχήματα, οἷον ἐπὶ μὲν τοῦ ⟨ἐκ συνημ⟩μένου καὶ τοῦ ἡγουμένου τὸ λῆγον περαίνοντος, ὃν ὁ Χρύσιππος ὀνομάζει πρῶτον ἀναπόδεικτον, ὁ τοιοῦτος τρόπος ἐστίν εἰ τὸ ᾱ, τὸ β· τὸ δὲ ᾱ· τὸ ἄρα β. ἐπὶ δὲ τοῦ ἐκ συνημμένου ⟨καὶ τοῦ⟩ ἀντικειμένου τῷ εἰς ὃ λήγει τὸ τοῦ ἡγουμένου ἀντικείμενον ἐπιφέροντος, ὃν καὶ αὐτὸν ὁ Χρύσιππος δεύτερον ἀναπόδεικτον ὀνομάζει, τοιοῦτός ἐστιν εἰ τὸ ᾱ, τὸ β· οὐχὶ δὲ τὸ δεύτερον, οὐκ ἄρα τὸ πρῶτον, ὥσπερ γε κἀπὶ τοῦ τρίτου κατὰ τοῦτον, ὃς ἐξ ἀποφατικοῦ συμπεπλεγμένου καὶ ἑνὸς τῶν ἐν αὐτῷ τὸ ἀντικείμενον τοῦ λοιποῦ παρέχει, τοιοῦτος ὁ τρόπος ἐστίν οὐχὶ τὸ ᾱ καὶ τὸ β· ⟨τὸ δὲ ᾱ· οὐκ ἄρα τὸ β⟩. ὁμοίως δὲ κἀπὶ τοῦ τετάρτου κατὰ τὸν αὐτόν, ὅς ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν αὐτῷ τοῦ λοιποῦ τὸ ἀντικείμενον ἐπιφέρει, τοιοῦτός τις ὁ τρόπος ἐστίν ἤτοι τὸ ᾱ ἢ τὸ β· τὸ δὲ ᾱ· οὐκ ἄρα τὸ β. Καὶ τοίνυν κἀπὶ τοῦ πέμπτου, ὅς ⟨ἐκ⟩ διεζευγμένου καὶ τοῦ ἀντικειμένου ἑνὸς τῶν ἐν αὐτῷ τὸ λοιπὸν ἐπιφέρει, τοιοῦτός [δέ] ἐστιν ὁ τρόπος ἤτοι τὸ ᾱ ἢ τὸ β· ⟨οὐχὶ δὲ τὸ ᾱ, τὸ ἄρα β⟩.