Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.249
Not analysed yet
Sextus adv. math. VIII 443. τὸ μὲν γὰρ λέγειν μὴ ἀρέσκειν τῷ Χρυσίππῳ μονολημμάτους εἶναι λόγους, ὃ τάχα τινὲς ἐροῦσι πρὸς τὴν τοιαύτην ἔνστασιν, τελέως ληρῶδες. οὔτε γὰρ ταῖς Χρυσίππου φωναῖς ὡς πυθοχρήστοις παραγγέλμασιν ἀνάγκη πείθεσθαι, οὔτε μαρτυρίᾳ προσέχειν ἀνδρῶν ἐστὶν εἰς οἰκείαν ἀπόῤῥησιν ἐκ μάρτυρος τοῦ τὸ ἐναντίον λέγοντος· Ἀντίπατρος γάρ, τῶν ἐν τῇ στωϊκῇ αἱρέσει ἐπιφανεστάτων ἀνδρῶν, ἔφη δύνασθαι καὶ μονολημμάτους λόγους συνίστασθαι. Cf. Alexander Aphrod. in Arist. Topica p. 6 Ald. οὕς γὰρ οἱ περὶ τὸν Ἀντίπατρον μονολημμάτους συλλογισμοὺς λέγουσιν, οὐκ εἰσὶ λογισμοί, ἀλλ’ ἐνδεῶς ἐρωτῶνται, ὡς οὖτοι· ἀναπνεῖς· ζῆς ἄρα.