Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.251
Not analysed yet
Dexippus in Aristot. categ. p. 25, 22 Busse. ἀλλὰ δὴ πῶς ἀπαντήσομεν τοῖς ἐριστικοῖς, οἳ τὰ μὴ ὑπάρχοντα τῷ κατηγορουμένῳ λαμβάνοντες ὡς λεγόμενα κατ’ αὐτοῦ ποιοῦσι πρὸς τῷ ὑποκειμένῳ τὸν τῆς ἀποφάσεως συλλογισμόν; οἷον ὁ ἄνθρωπος τοῦ Σωκράτους καθ’ ὑποκειμένου κατηγορεῖται, κατὰ δὲ τοῦ ἀνθρώπου λέγεται τὸ μὴ εἶναι Σωκράτην· οὐκοῦν καὶ κατὰ Σωκράτους ῥηθείη ἂν τὸ μὴ εἶναι Σωκράτην. Πάλιν γὰρ καὶ πρὸς τούτους ὑπολογιζόμεθα, οὐχ ὡς οἱ Στωϊκοὶ λέγουσι, τὴν τῶν ἀποφατικῶν ὑπεξαίρεσιν, ἀλλ’ ὡς Ἀριστοτέλης διδάσκει, τὴν τῶν κατ’ οὐσίαν ὑπαρχόντων λῆψιν, ἣν ἐκεῖνοι οὐ παρασωσάμενοι παραλογίζονται, τὰ μὴ ὑπαρχοντα ὡς καθ’ ὑποκειμένου λεγόμενα οὐσίαν προσλαμβάνοντες.