Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.253
Not analysed yet
Alexander in Aristot. Analyt. pr. p. 373, 28 Wal. Ἀριστοτέλης μὲν οὖν οὕτως περὶ τῶν κατὰ τὰς λέξεις μεταλήψεων φέρεται· οἱ δὲ νεώ τεροι, ταῖς λέξσιν ἐπακολουθοντες οὐκέτι δὲ τοῖς σημαινομένοις, οὐ ταὐτόν φασι γίνεσθαι ἐν ταῖς εἰς τὰς ἰσοδυναμούσας λέξεις μεταλήψεσι τῶν ὅρων· ταὐτὸν γὰρ σημαίνοντος τοῦ εἰ τὸ Α τὸ Β τῷ ἀκολουθεῖν τῷ Α τὸ Β, συλλογιστικὸν μὲν λόγον φασὶν εἶναι τοιαύτης ληφθείσης τῆς λέξεως εἰ τὸ Α τὸ Β, τὸ δὲ Α, τὸ ἄρα Β, οὐκέτι δὲ συλλογιστικὸν ἀλλὰ περαντικὸν τὸ ἀκολουθεῖ τῷ Α τὸ Β, τὸ δὲ Α, τὸ ἄρα Β.