Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.268
Not analysed yet
Sextus adv. math. VIII 463. οἰονται γὰρ οἱ δογματικοὶ τῶν φιλοσόφων λόγον τὸν ἀξιοῦντα μὴ εἶναι ἀπόδειξιν αὐτὸν ὑφ’ αὑτοῦ περιτρέπεσθαι, καὶ δι’ ὧν ἀναιρεῖ ταύτην, διὰ τούτων αὐτὴν ὁρίζειν. ὅθεν καὶ ἀντικαθιστάμενοι τοῖς σκεπτικοῖς φασίν· ὁ λέγων μηδὲν εἶναι ἀπόδειξιν ἤτοι ψιλῇ καὶ ἀναποδείκτῳ χρώμενος φάσει λέγει μηθὲν ὑπάρχειν ἀπόδειξιν, ἢ λόγῳ τὸ τοιοῦτον ἀποδεικνύς· καὶ εἰ μὲν ψιλῇ φάσει προσχρώμενος, οὐθεὶς αὐτῷ πιστεύσει τῶν τὴν ἀπόδειξιν παραδεχομένων, ψιλῇ φάσει χρωμένῳ, ἀλλὰ διὰ τῆς ἀντικειμένης ἐπισχεθήσεται φάσεως, εἰπόντος τινὸς εἶναι ἀπόδειξιν· εἰ δὲ ἀποδεικνὺς τὸ μὴ εἶναι ἀπόδειξιν (τοῦτο γάρ φασιν), αὐτόθεν ὡμολόγησε τὸ εἶναι ἀπόδειξιν· ὁ γὰρ δεικνὺς λόγος τὸ μὴ εἶναι ἀπόδειξιν ἔστιν ἀπόδειξις τοῦ εἶναι ἀπόδειξιν· καὶ καθόλου ὁ κατὰ τῆς ἀποδείξεως λόγος ἤτοι ἀπόδειξίς ἐστιν, ἢ οὐκ ἔστιν ἀπόδειξις· καὶ εἰ μὲν οὐκ ἔστιν ἀπόδειξις, ἄπιστός ἐστιν, εἰ δὲ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἔστιν. ἔνιοι δὲ καὶ οὕτω συνερωτῶσιν· εἰ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἔστιν· εἰ μὴ ἔστιν ἀπόδειξις, ἀπόδειξις ἔστιν· ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν ἀπόδειξις· ἀπόδειξις ἄρα ἔστιν. (hanc argumentationem sanam esse pluribus probatur §466-469).