Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.270
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 10 p. 1036c. Ὥστ’ αὐτὸν ἑαυτῷ μάχεσθαι ——φυλάττεσθαι μὲν ἑτέροις παραινοῦντα τοὺς εἰς τἀναντία λόγους, ὡς περισπῶντας τὴν κατάληψιν, αὐτὸν δὲ τῶν βεβαιούντων τὴν κατάληψιν λόγων φιλοτιμότερον συντιθέντα τοὺς ἀναιροῦντας. Καίτοι ὅτι τοὐτο αὐτὸς φοβεῖται, σαφῶς ὑποδείνυσιν ὲν τῷ τετάρτῳ περὶ Βίων ταῦτα γράφων Οὐχ ὡς ἔτυχε δὲ οὐδὲ τοὺς ἐναντίους ὑποδεκτέον λόγους, οὐδὲ προσ⟨ετέα⟩ τὰ ἐναντία πιθανά, ἀλλ' εὑλαβουμένους, μὴ καὶ περισπασθέντες ὑπ’ αὐτῶν τὰς καταλήψεις ἀφῶσιν, οὔτε τῶν λύσεων ἱκανῶς ἂν ἀκοῦσαι δυνάμενοι, καταλαμβάνοντές τε εὐαποσείστως· ἐπεὶ καὶ οἱ τὴν συνήθειαν καταλαμβάνοντες καὶ τὰ αἰσθητὰ καὶ τὰ ἄλλα ἐκ τῶν αἰσθήσεων, ῥᾳδίως προΐενται ταῦτα, καὶ ὑπὸ τῶν Μεγαρικῶν ἐρωτημάτων περισπώμενοι, καὶ ὑπ’ ἄλλων πλείονων καὶ δυναμικωτέρων ἐρωτημάτων.