Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.272
Not analysed yet
Galenus de animi peccatis dignoscendis 3. Vol. V p. 72 K. ἀναγκαῖον δ’ ἐστὶ τὸν ἐξαίφνης προσελθόντα κρίσει λόγου ἀδυνατεῖν διαγνῶναί τε καὶ διακρῖναι τοὺς ψευδεῖς ἀπὸ τῶν ἀληθῶν. ἐναργὲς δὲ τούτου τεκμήριόν ἐστι, τὰ καλούμενα σοφίσματα, λόγοι τινὲς ὄντες ψευδεῖς εἰς ὁμοιότητα τῶν ἀληθῶν πεπανουργευμένοι· τὸ μὲν οὖν ψεῦδος αὐτῶν πρόδηλον φαίνεται διὰ τοῦ συμπεράσματος οὐκ ὄντος ἀληθοῦς· ἐπειδὴ δ’ οἱ ψευδεῖς λόγοι πάντως ἤτοι τῶν λημμάτων ἔχουσί τι ψεῦδος ἢ τὸ συμπέρασμα κακῶς ἐπιφερόμενον, οὐ φαίνεται δὲ προχείρως ταῦτα κατὰ τὰ σοφίσματα, διὰ τοῦτο δύσοπτα τοῖς ἀγυμνάστοις περὶ λόγους.