Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.28
Not analysed yet
Dionysius Halicarn. de compos. verb. p. 30 Re. Καὶ τί δεῖ τούτους θαυμάζειν, ὅπουγε καὶ οἱ τὴν φιλοσοφίαν ἐπαγγελλόμενοι καὶ τὰς διαλεκτικὰς ἐκφέροντες τέχνας οὕτως εἰσὶν ἄθλιοι περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων, ὥστ’ αἰδεῖσθαι καὶ λέγειν; ἀπόχρη δὲ τεκμηρίῳ χρήσασθαι τῷ λάγῳ Χρυσίππου τοῦ Στωϊκοῦ· περαιτέρω γὰρ οὐκ ἂν προβαίην. τούτου γὰρ οὔτ’ ἄμεινον οὐδεὶς τὰς διαλεκτικὰς τέχνας ἠκρίβωσεν, οὔτε χείρονι ἁρμονίᾳ συνταχθέντας ἐξήνεγκε λόγους τῶν ὀνόματος καὶ δόξης ἀξιωθέντων. καίτοι σπουδάζειν γέ τινες προσεποιήθησαν αὐτῶν καὶ περὶ τοῦτο τὸ μέρος, ὡς ἀναγκαῖον ὂν τῷ λόγῳ, καὶ τέχνας τινὰς ἐπέγραψαν ὑπὲρ τῆς συντάξεως τῶν τοῦ λόγου μορίων. ἀλλὰ πολλοὶ ἢ μᾶλλον πάντες ἀπὸ τῆς ἀληθείας ἀπεπλανήθησαν καὶ οὐδ’ ὄναρ εἶδον τί ποτ’ ἐστὶ τὸ ποιοῦν ἡδεῖαν καὶ καλὴν τὴν σύνθεσιν.