Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.283
Not analysed yet
Arrianus Epictet. dissert. II 19, 1sq. Ὁ κυριεύων λόγος ἀπὸ τοιούτων τινῶν ἀφορμῶν ἠρωτῆσθαι φαίνεται. Κοινῆς γὰρ οὔσης μάχης τοῖς τρισὶ τούτοις πρὸς ἄλληλα, τῷ Πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖον εἶναι καὶ τῷ Δυνατῷ ἀδύνατον μὴ ἀκολουθεῖν καὶ τῷ Δυνατὸν εἶναι ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται· συνιδὼν τὴν μάχην ταύτην ὁ Διόδωρος, τῇ τῶν πρώτων δυοῖν πιθανότητι συνεχρήσατο πρὸς παράστασιν τοῦ Μηδὲν εἶναι δυνατὸν ὃ οὔτ’ ἔστιν ἀληθὲς οὕτ’ ἔσται. Λοιπὸν ὁ μέν τις ταῦτα τηρήσει τῶν δυοῖν, ὅτι ἔστι τέ τι δυνατόν, ὃ οὔτ’ ἔστιν ἀληθές οὔτ’ ἔσται· καὶ δυνατῷ ἀδύνατον οὐκ ἀκολουθεῖ· οὐ πᾶν δὲ παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστι· καθάπερ οἱ περὶ Κλεάνθην φέρεσθαι δοκοῦσιν, οἷς ἐπιπολὺ συνηγόρησεν Ἀντίπατρος. Οἱ δὲ (scil. Chrysippus) τἄλλα δύο· ὅτι δυνατόν τ’ ἐστὶν ὃ οὔτ’ ἔστιν ἀληθὲς οὔτ’ ἔσται καὶ πᾶν παρεληλυθὸς ἀληθὲς ἀναγκαῖόν ἐστιν· δυνατῷ δ’ ἀδύνατον ἀκολουθεῖ. Τὰ τρία δ’ ἐκεῖνα τηρῆσαι ἀμήχανον, διὰ τὸ κοινὴν εἶναι αὐτῶν τὴν μάχην. ibid. §9. Γέγραφε δὲ καὶ Χρύσιππος θαυμαστῶς ἐν τῷ πρώτῳ περὶ Δυνατῶν· καὶ Κλεάνθης δ’ ἰδίᾳ γέγραφε περὶ τούτου καὶ Ἀρχέδημος· γέγραφε δὲ καὶ Ἀντίπατρος, οὐ μόνον δ’ ἐν τοῖς περὶ Δυνατῶν, ἀλλὰ καὶ κατ’ ἰδίαν ἐν τοῖς περὶ τοῦ Κυριεύοντος.