Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.298
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 28 p. 1047b. πάλιν ἐν τῷ αὐτῷ βιβλίῳ περὶ τῆς τῶν φωνηέντων συγκρούσεως ὑπειπών, Οὐ μόνον, φησί, ταῦτα παρετέον τοῦ βελτίονος ἐχομένους, ἀλλὰ καὶ ποιᾶς ἀσαφείας καὶ ἐλλείψεις καί, νὴ Δία, σολοικισμούς, ἐφ’ οἷς ἄλλοι ἂν αἰσχυνθείησαν οὐκ ὀλίγοι.