Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.314
Not analysed yet
Plotinus Ennead. VI lib. I 27 (Vol. II p. 258 Mue.) . ἐχρῆν δὲ καὶ ἄλλως, τηροῦντας τὴν ἀρχὴν τῶν πάντων ἐν τῷ τιμίῳ, μὴ τὸ ἄμορφον μηδὲ τὸ παθητὸν μηδὲ τὸ ζωῆς ἄμοιρον καὶ ἀνόητον καὶ σκοτεινὸν καὶ τὸ ἀόριστον τίθεσθαι ἀρχὴν καὶ τούτῳ ἀναφέρειν καὶ τὴν οὐσίαν. ὁ γὰρ θεὸς αὐτοῖς εὐπρεπείας ἕνεκεν ἐπεισάγεται, παρά τε τῆς ὕλης ἔχων τὸ εἶναι καὶ σύνθετος καὶ ὕστερος, μᾶλλον δὲ ὕλη πὼς ἔχουσα· ἔπειτα εἰ ὑποκείμενον, ἀνάγκη ἄλλο εἶναι, ὃ ποιοῦν εἰς αὐτήν, ἔξω ὂν αὐτῆς, παρέχει αὐτὴν ὑποκεῖσθαι τοῖς παρ’ αὐτοῦ πεμπομένοις εἰς αὐτήν· εἰ δ’ ἐν τῇ ὕλῃ καὶ αὐτὸς εἴη ὑποκείμενος καὶ αὐτὸς σὺν αὐτῇ γενόμενος, οὐκέτι ὑποκείμενον τὴν ὕλην παρέξεται, οὐδὲ μετὰ τῆς ὕλης αὐτὸς ὑποκείμενον· τίνι γὰρ ὑποκείμενα ἔσται, οὐκέτι ὄντος τοῦ παρέξοντος ὑποκείμενα αὐτά, ἁπάντων καταναλωθέντων εἰς τὸ λεγόμενον ὑποκείμενον; πρός τι γὰρ τὸ ὑποκείμενον, οὐ πρὸς τὸ ἐν αὐτῷ, ἀλλὰ πρὸς τὸ ποιοῦν εἰς αὐτὸ κείμενον. καὶ τὸ ὑποκείμενον ὑπόκειται πρὸς τὸ οὐχ ὑποκείμενον, εἰ ⟨δὲ⟩ τοῦτο, πρὸς τὸ ἔξω, ὥστε παραλελειμμένον ἂν εἴη τοῦτο· εἰ δὲ οὐδὲν δέονται ἄλλου ἔξωθεν, αὐτὸ δὲ πάντα δύναται γίγνεσθαι σχηματιζόμενον, ὥσπερ ὁ τῇ ὀρχήσει πάντα αὑτὸν ποιῶν, οὐκέτ’ ἂν ὑποκείμενον εἴη, ἀλλ’ αὐτὸ τὰ πάντα. ——p. 259, 14 συμβαίνει αὐτοῖς, αἰτιωμένοις τοὺς ἐκ μὴ οὐσιῶν οὐσίας ποιοῦντας, αὐτοὺς ποιεῖν ἐξ οὐσίας μὴ οὐσίαν. ὁ γὰρ κόσμος καθ’ ὅσον κόσμος οὐκ οὐσία. ——πῶς δὲ ἡ ὕλη ὁτὲ μὲν σώματα γίγνεται, ἄλλο δὲ αὐτῆς ψυχή;