# Fragmenta Logica et Physica 1.315

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.315

Plotinus Ennead. VI lib. I 26. ὅλως δὲ τὸ προτάττειν ἀπάντων τὴν ὕλην, ὃ δυνάμει ἐστίν, ἀλλὰ μὴ ἐνέργειαν πρὸ δυνάμεως τάττειν παντάπασιν ἀτοπώτατον — — ἀλλὰ δεῖ ἢ πρὸ αὐτοῦ εἶναι τὸ ἐνεργείᾳ, καὶ οὐκέτι τοῦτο ἀρχὴ ἤ, εἰ ἅμα λέγοιεν, ἐν τύχαις θήσονται τὰς ἀρχάς· ἔπειτα εἰ ἅμα, διὰ τί οὐκ ἐκεῖνο προτάττουσι; καὶ διὰ τί τοῦτο μᾶλλον ὄν, ἡ ὕλη, ἀλλ’ οὐκ ἐκεῖνο; εἰ δὲ ὕστερον ἐκεῖνο, πῶς; οὐ γὰρ δὴ ἡ ὕλη τὸ εἶδος γεννᾷ, ἡ ἄποιος τὸ ποιόν, οὐδ’ ἐκ τοῦ δυνάμει ἐνέργεια· ἐνυπῆρχε γὰρ ἂν τὸ ἐνεργείᾳ καὶ οὐχ ἁπλοῦν ἔτι. καὶ ὁ θεὸς δεύτερος αὐτοῖς τῆς ὕλης· καὶ γὰρ σῶμα ἐξ ὕλης ὂν καὶ εἴδους. καὶ πόθεν αὐτῷ τὸ εἶδος; εἰ δὲ καὶ ἄνευ τοῦ ὕλην ἔχειν ⟨ἔστιν⟩, ἀρχοειδὴς ὢν καὶ λόγος, ἀσώματος ἂν εἴη ὁ θεὸς καὶ τὸ ποιητικὸν ἀσώματον. εἰ δὲ καὶ ἄνευ τῆς ὕλης ἐστὶ τὴν οὐσίαν σύνθετος, ἅτε σῶμα ὥν, ἄλλην ὕλην τὴν τοῦ θεοῦ εἰσάξουσιν. ἔπειτα πῶς ἀρχὴ ἡ ὕλη, σῶμα οὖσα; οὐ γὰρ ἔστι σῶμα μὴ οὐ πολλὰ εἶναι· καὶ πᾶν σῶμα ἐξ ὕλης καὶ ποιότητος. εἰ δὲ ἄλλως τοῦτο [τὸ] σῶμα, ὁμωνύμως λέγουσι σῶμα τὴν ὕλην. εἰ δὲ κοινὸν ἐπὶ σώματος τὸ τριχῇ διαστατόν, μαθηματικὸν λέγουσιν. εἰ δὲ μετὰ ἀντιτυπίας τὸ τριχῇ, οὐχ ἓν λέγουσιν. — — ἔπειτα πόθεν ἡ ἕνωσις; οὐ γὰρ δὴ αὐτὸ ἕν, ἀλλὰ μετοχῇ ἑνότητος.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
