Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.318
Not analysed yet
Origenes de oratione Vol. II p. 368, 1 Koe. (p. 246. ed. Delarue). Τοῖς δὲ ἐπακολουθητικὴν αὐτὴν εἶναι νομίζουσι (scil. τὴν τῶν ἀσωμάτων οὐσίαν) προηγουμένην δὲ τὴν τῶν σωμάτων ὅροι αὐτῆς οὗτοί εἰσιν· οὐσία ἐστὶν ἡ πρώτη τῶν ὄντων ὕλη καὶ ἐξ ἧς τὰ ὄντα· ἡ τῶν σωμάτων ὕλη καὶ ἐξ ἧς τὰ σώματα· ἡ τῶν ὀνομαζομένων καὶ ἐξ ἧς τὰ ὀνομαζόμενα· ἢ τὸ πρῶτον ὑπόστατον ἄποιον· ἢ τὸ προϋφιστάμενον τοῖς οὖσιν· ἢ τὸ πάσας δεχόμενον τὰς μεταβολάς τε καὶ ἀλλοιώσεις, αὐτὸ δὲ ἀναλλοίωτον κατὰ τὸν ἴδιον λόγον· ἢ τὸ ὑπομένον πᾶσαν ἀλλοίωσιν καὶ μεταβολήν. κατὰ τούτους δὲ ἡ οὐσία ἐστὶν ἄποιός τε καὶ ἀσχημάτιστος κατὰ τὸν ἴδιον λόγον, ἀλλ’ οὐδὲ μέγεθος ἀποτεταγμένον ἔχουσα, πάσῃ δὲ ἔκκειται ποιότητι καθάπερ ἕτοιμόν τι χωρίον· ποιότητας δὲ διατακτικῶς λέγουσι τὰς ἐνεργείας καὶ τὰς ποιήσεις κοινῶς, ἐν αἷς εἶναι τὰς κινήσεις καὶ τὰς σχέσεις συμβέβηκεν. Οὐδὲ τινὸς γὰρ τούτων κατὰ τὸν ἴδιον λόγον μετέχειν φασὶ τὴν οὐσίαν, ἀεὶ δὲ τινὸς αὐτῶν ἀχώριστον εἶναι, παθητὴν δὲ οὐδὲν ἧττον καὶ ἐπιδεκτὴν πασῶν τῶν τοῦ ποιοῦντος ἐνεργειῶν ὡς ἂν ἐκεῖνο ποιῇ καὶ μεταβάλλῃ· ὁ γὰρ συνὼν αὐτῇ τόνος καὶ δι’ ὅλων κεχωρηκὼς πάσης τε ποιότητος καὶ τῶν περὶ αὐτὴν αἴτιος ἦν οἰκονομιῶν. Δι’ ὅλων τε μεταβλητὴν καὶ δι’ ὅλων διαιρετὴν λέγουσιν εἶναι καὶ πᾶσαν οὐσίαν πάσῃ συγχεῖσθαι δύνασθαι, ἡνωμένην μέντοι.