Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.327
Not analysed yet
Galenus de qualitatibus incorporeis 5. Vol. XIX p. 477 K. (de materia Stoicorum locutus) ἀδιανόητόν τε καὶ τὸ μήτε βαρὺ τοῦθ’ ὑπάρχειν μήτε κοῦφον, οὐχ ἧττον ⟨δʼ⟩ ἄτοπον εἰ λέγοι τις ἅμα τοῦτ’ ἔχειν ἀμφότερα καὶ κατὰ τὰ αὐτὰ καὶ μὴ πρὸς ἄλλο καὶ ἄλλο κρινόμενον· τό τε μὴ ⟨ποιὰν⟩ ἐκείνης ἐχούσης οὐσίαν, τῶν ἐξ αὐτῆς, ὥς φασι, γεγονότων πρῶτον τεττάρων ἕκαστον ἔχειν ποιότητα. ——εἰ δὲ μηδ’ αὐτὸ εἶχε τούτων μηδὲ ἓν καθ’ ὑπόθεσιν τὸ αἰθέριον δὴ ἐκεῖνο πῦρ, ὑφ’ οὗ φασι τά τε στοιχεῖα καὶ τὸν κόσμον γεγονέναι, πῶς ταῦτ’ ἔχει τὰ γεννήματα καὶ ποιήματα καὶ πλάσματα.