Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.33
Not analysed yet
Plut. de comm. not. cp. 1 p. 1050b (Stoicus aliquis dicit): ὡς οὐκ ἀπὸ τύχης ἀλλ’ ἐκ προνοίας θεῶν νομίζοι μετ’ Ἀρκεσίλαον καὶ πρὸ Καρνεάδου γεγονέναι Χρύσιππον. ——Χρύσιππος οὖν ἐν μέσῳ γενόμενος ταῖς πρὸς Ἀρκεσίλαον ἀντιγραφαῖς καὶ τὴν Καρνεάδου δεινότητα ἐνέφραξε, πολλὰ μὲν τῇ αἰσθήσει καταλιπὼν ὥσπερ εἰς πολιορκίαν βοηθήματα, τὸν δὲ περὶ τὰς προλήψεις καὶ τὰς ἐννοίας τάραχον ἀφελὼν παντάπασι καὶ διορθώσας ἑκάστην καὶ θέμενος εἰς τὸ οἰκεῖον· ὥστε καὶ τοὺς αὖθις ἐκκρούειν τὰ πράγματα καὶ παραβιάζεσθαι βουλομένους μηδὲν περαίνειν ἀλλ’ ἐλέγχεσθαι κακουργοῦντας καὶ σοφιζομένους.