Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.355
Not analysed yet
Galenus ad. Iulianum 6 Vol. XVIII A p. 279 K. εἴρηται δὲ καὶ περὶ τῶν συνεκτικῶν αἰτίων ἑτέρωθι δεικνύντων ἡμῶν ὅτι τό τε ὄνομα καὶ τὸ πρᾶγμα αὐτό, καθ’ οὗ τοὔνομα, τῆς Στωϊκῆς αἱρέσεώς ἐστι καὶ ὡς οὐκ ὀρθῶς ὑπειλήφασιν οὔτ’ ὀνομάζουσιν οἱ νεώτεροι τῶν ἰατρῶν ἅπαν τοῦτο τὸ γένος, ὅτι τε καὶ ἡμεῖς ἑπόμενοι πολλάκις αὐτοῖς, ὅπως μὴ δόξωμεν ἐρίζειν ὑπὲρ τοῦ ὀνόματος, ἔνια μὲν τῶν αἰτιῶν οὕτω καλεῖσθαι συγχωροῦμεν, οὐ μὰ Δία ὅσα τῶν ἁπλῶς ὄντων ἐστίν, ἀλλὰ τῶν ἐν τῷ γίγνεσθαι τὸ εἶναι κεκτημένων. ibid. p. 298. καὶ μὴν οὐδ’ ἄλλην τινὰ ἔννοιαν εἰπεῖν ἔχει τοῦ συνέχοντος αἰτίου παρὰ τὸ γίνεσθαί τι πρὸς αὐτοῦ καὶ παύεσθαι σὺν αὐτῷ, πλὴν εἰ κἀνταῦθα πάλιν ἐξαίφνης ἑαυτὸν εἶναί φησι Στωϊκόν, ὡς ἐν ἄλλοις ἐποίησεν. ἀλλὰ τοῦτό γε πράξας οὐ νόσου μόνον, ἀλλὰ καὶ τῆς ὑγείας αὐτῆς αἴτιον ἀποφανεῖταί τι εἶναι καὶ θερμὸν καὶ ψυχρὸν ἀναγκασθήσεταί τι λέγειν εἶναι νόσημα καὶ ξηρὸν καὶ ὑγρόν, ἅπερ οὐ βούλεται. μὴ τοίνυν ληρείτω μάταια μηδ’ ἐμπλήκτων τρόπον ἄλλοτ’ ἄλλα φανταζέσθω, ποτὲ μὲν ἐπαινῶν Στωϊκούς, ποτὲ δ’ ἀναιρῶν αὐτῶν τὰ δόγματα.