Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.357
Not analysed yet
Arius Didymus epit. phys. fr. 19 Diels (DG p. 457, 17. Stobaeus ecl. I p. 143, 24 W.) . σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει, βάθει, μήκει· ταῦτα δὲ πλεοναχῶς λέγεσθαι. ὁτὲ μὲν γὰρ μῆκος [εἶναι] λέγεσθαι τὸ μέγιστον διάστημα τοῦ σώματος, ὁτὲ δὲ μόνον τὸ κάτωθεν ἄνω· καὶ πλάτος ὁτὲ ⟨μὲν⟩ τὸ δεύτερον διάστημα, ὁτὲ δὲ τὸ ἐκ δεξιᾶς καὶ ἐξ εὐωνύμου· καὶ βάθος ὁτὲ μὲν τὸ εἰς ἑαυτὸ διάστημα, ὁτὲ δὲ τὸ πρόσω καὶ ὀπίσω· κατὰ μὲν τὸν πρότερον λόγον οὔτε τῶν σφαιρῶν οὔτε τῶν τετραγώνων καὶ τῶν ὁμοίων οὐδὲν τῶν διαστημάτων τούτων ἐχόντων, κατὰ δὲ τὸν δεύτερον παντὸς σώματος τὰς τρεῖς ἔχοντος διαστάσεις διὰ τὸ κατὰ πᾶσαν θέσιν ὑπὸ τὸν λόγον τοῦτον πίπτειν αὐτό.