Ancient Greek · ~2 min
1.36 to 1.37
Chrysippus, Fragmenta Logica et Physica 1.36-37
Not analysed yet
Sextus adv. math. IX 13. τὴν φιλοσοφίαν φασὶν ἐπιτήδευσιν εἶναι σοφίας, τὴν δὲ σοφίαν ἐπιστήμην θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. Diog. Laërt. VII 39. Τριμερῆ φασίν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον· εἶναι γὰρ αὐτοῦ τὸ μέν τι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν. Οὕτω δὲ πρῶτος διεῖλε Ζήνων ——καὶ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ λόγου καὶ ἐν τῇ πρώτῃ τῶν φυσικῶν. ——ταῦτα δὲ τὰ μέρη ὁ μὲν Ἀπολλόδωρος τόπους καλεῖ, ὁ δὲ Χρύσιππος καὶ Εὕδρομος εδη. ἄλλοι γένη.