Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.373
Not analysed yet
Plotinus Ennead. VI lib. I 25 (Vol. II p. 256 Mü.) . αὐτὴν δὲ τὴν διαίρεσιν ἐπισκεπτέον· ὑποκείμενα μὲν γὰρ πρῶτα τάξαντες καὶ τὴν ὕλην ἐνταῦθα τῶν ἄλλων προτάξαντες, τὴν πρώτην αὐτοῖς δοκοῦσαν ἀρχὴν συντάττουσι τοῖς μετὰ τὴν ἀρχὴν αὐτῶν ——ἐπεὶ καὶ αὐτοὶ φήσουσι παρὰ τῆς ὕλης, οἶμαι, τοῖς ἄλλοις τὸ εἶναι ὑπάρχειν. ἔπειτα τὸ ὑποκείμενον ἓν ἀριθμοῦντες οὐ τὰ ὄντα ἐξαριθμοῦνται, ἀλλ’ ἀρχὰς τῶν ὄντων ζητοῦσι. διαφέρει δὲ ἀρχὰς λέγειν καὶ αὐτά. εἰ δὲ ὂν μὲν μόνον τὴν ὕλην φήσουσι, τὰ δ’ ἄλλα πάθη τῆς ὕλης, οὐκ ἐχρῆν τοῦ ὄντος καὶ τῶν ἄλλων ἕν τι γένος προτάττειν· μᾶλλον δ’ ἂν βέλτιον αὐτοῖς ἐλέγετο, εἰ τὸ μὲν οὐσίαν ⟨ἔφασαν⟩, τὰ δ’ ἄλλα πάθη, καὶ διῃροῦντο ταῦτα. τοῦ δὲ καὶ λέγειν τὰ μὲν ὑποκείμενα, τὰ δὲ τὰ ἄλλα, ἑνὸς ὄντος τοῦ ὑποκειμένου καὶ διαφορὰν οὐκ ἔχοντος, ἀλλ’ ἢ τῷ μεμερίσθαι ὥσπερ ὄγκον εἰς μέρη (καίτοι οὐδὲ μεμερίσθαι τῷ συνεχῆ λέγειν τὴν οὐσίαν) βέλτιον λέγειν ἦν τὸ μὲν ὑποκείμενον.