Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.375
Not analysed yet
Plotinus Ennead. IV lib. VII 9 (Vol. II p. 114 Mü.) ὅτι δὲ καὶ τὰ σώματα ἀσωμάτοις δυνάμεσι δύναται ἃ δύναται, ἐκ τῶνδε δῆλον. ὁμολογήσουσι γὰρ ἕτερον ποιότητα καὶ ποσότητα εἶναι καὶ πᾶν σῶμα ποσὸν εἶναι καὶ ἔτι οὐ πᾶν σῶμα ποιὸν εἶναι, ὥσπερ τὴν ὕλην. ταῦτα δὲ ὁμολογοῦντες τὴν ποιότητα ὁμολογήσουσιν, ἕτερον οὖσαν ποσοῦ, ἕτερον σώματος εἶναι. πῶς γὰρ μὴ ποσὸν οὖσα σῶμα ἔσται, εἴπερ πᾶν σῶμα ποσόν; ——τὸ δὲ ὕλην μὲν τὴν αὐτὴν εἶναι, σῶμα ὥς φασιν οὖσαν, διάφορα δὲ ποιεῖν ποιότητας προσλαβοῦσαν, πῶς οὐ δῆλον ποιεῖ, τὰ προσγενόμενα λόγους ἀΰλους καὶ ἀσωμάτους εἶναι;