Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.381
Not analysed yet
Galenus de qalitatibus incorporeis 10. Vol. XIX p. 483 K. εἴ τε καὶ τῶν συμβεβηκότων ἕκαστον σῶμά ἐστι, τί βουλόμενοι τὸ σῶμα μόνον φασὶν ἐπ’ ἄπειρον τέμνεσθαι, οὐχὶ δὲ καὶ τὸ σχῆμα φέρε καὶ τὴν γλυκύτητα καὶ τῶν ἄλλων ἕκαστον, οὐ τῷ κατὰ συμπλοκὴν τρόπῳ, φημί, οὐδὲ κατ’ ἀναφορὰν ἐπὶ τὸ συνήθως καλούμενον σῶμα, ἀλλ’ ἀπ’ εὐθείας; διὰ τί δὲ μόνου, καθάπερ ἔφην, τοῦ σώματος τοῦτον ὅρον εἶναί φασιν, τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας, οὐχὶ δὲ καὶ χρόαν καὶ χυλὸν καὶ χυμὸν καὶ τῶν λοιπῶν συμβεβηκότων ἕκαστον οὕτως ὁρίζονται; εἰ δὲ σώμα⟨τα⟩ πάντα ταῦτ' εἶναί φασι (κἂν γὰρ ἐπ’ εἴδους διαφέρῃ, κοινῶς γε καὶ πάντα σώματα εἶναί φασιν) ——τῶν συμβεβηκότων ἕκαστον ὁριζόμενοι λεγέτωσαν οὐσίαν σωματικὴν τριχῇ διαστάτην μετὰ ἀντιτυπίας.