Ancient Greek · ~3 min
1.385 to 1.386
Chrysippus, Fragmenta Logica et Physica 1.385-386
Not analysed yet
Galenus de qualitatibus incorporeis 6 Vol. XIX p. 480 K. κἀκεῖνα λοιπὸν τοῖς φιλονίκοις ἀνδράσιν οὐκ ἄτοπα; καὶ γὰρ τὰς κινήσεις, αἳ προσγίγνονται τοῖς σώμασιν καὶ πάλιν ἀπογίγνονται, σώματ’ εἶναί φασιν. ——ἀλλ’ εἰ μὲν τῷ κατὰ ἀναφορὰν τρόπῳ τῆς κλήσεως οὕτως ἐκάλουν, οὐδ’ ἂν οὐδ’ αὐτὸς ἐχαλέπαινον αὐτοῖς. -εἰ δὲ πρώτως καὶ κυρίως, ἁμαρτάνουσιν. Galenus de qualitatibus incorporeis 4. Vol. XIX p. 473 K. ⟨πῶς δ’ εἰ⟩ καὶ τὸ φῶς ἐστι σῶμα καὶ ἡ λευκότης καὶ ἡ θερμότης, πᾶν δὲ σῶμα ποσόν ἐστι καὶ πηλίκον καὶ συναυξητικὴν φύσιν ἔχει, τὸ καταυγασθὲν καὶ θερμανθὲν ὕδωρ ὑπὸ ἡλίου ⟨οὐ⟩ πλεῖόν τε καὶ μεῖζον γίγνεται καὶ διὰ τοῦτο μείζονος δεῖται τόπου.