# Fragmenta Logica et Physica 1.391

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.391

Simplicius in Aristot. categ f. 55 E ed. Bas. Καὶ οἱ Στωϊκοὶ δὲ κατὰ τὰς αὑτῶν ὑποθέσεις τὴν αὐτὴν ἂν ἀπορίαν προσαγάγοιεν τῷ λέγοντι λόγῳ, κατὰ ποιότητα πάντα τὰ ποιὰ λέγεσθαι. τὰς γὰρ ποιότητας ἑκτὰ λέγοντες οὗτοι, ἐπὶ τῶν ἡνωμένων μόνων ἑκτὰ ἀπολείπουσιν· ἐπὶ δὲ τῶν κατὰ συναφήν, οἷον νεώς, καὶ ἐπὶ τῶν κατὰ διάστασιν, οἶον στρατοῦ, μηδὲν εἶναι ἑκτόν, μηδὲ εὑρίσκεσθαι πνευματικόν τι ἓν ἐπ’ αὐτῶν μηδὲ ἕνα λόγον ἔχον, ὥστε ἐπί τινα ὑπόστασιν ἐλθεῖν μιᾶς ἕξεως. τὸ δὲ ποιὸν καὶ ἐν τοῖς ἐκ συναπτομένων θεωρεῖται καὶ ἐν τοῖς ἐκ διεστώτων. ὡς γὰρ εἷς γραμματικὸς ἐκ ποιᾶς ἀναλήψεως καὶ συγγυμνασίας ἐμμόνως ἔχει κατὰ διαφοράν, οὕτως καὶ ὁ χορὸς ἐκ ποιᾶς μελέτης ἐμμόνως ἔχει κατὰ διαφοράν. διὸ ποιὰ μὲν ὑπάρχει διὰ τὴν κατάταξιν καὶ τὴν πρὸς ἓν ἔργον συνέργειαν· δίχα δὲ ποιότητός ἐστι ποιά. ἕξις γὰρ ἐν τούτοις οὐκ ἔστιν· οὐδὲ γὰρ ὅλως ἐν διεστώσαις οὐσίαις καὶ μηδεμίαν ἐχούσαις συμφυῆ πρὸς ἀλλήλας ἕνωσίν ἐστι ποιότης ἢ ἕξις. εἰ δὲ ποιοῦ ὄντος οὐκ ἔστι ποιότης, οὐ συναπαρτίζειν ταῦτα ἀλλήλοις φαῖεν ἄν, οὐδὲ δυνατόν ἐστι διὰ τοῦ ποιοῦ τὴν ποιότητα ἀποδίδοσθαι. πρὸς δὲ ταῦτα δυνατὸν μὲν λέγειν, ὡς ἀσώματον ὂν τὸ εἶδος ἓν καὶ τὸ αὐτὸ διατείνει ἐπὶ τοῖς πολλοῖς, πανταχοῦ τὸ αὐτὸ ὑπάρχον ὅλον. εἰ δὲ τοῦτο, ἔσται καὶ ποιότης μία διήκουσα διὰ τῶν διεστηκότων καὶ συναπτομένων ποιῶν. εἰ μέντοι τοιαύτην τις τὴν ὑπόθεσιν ὡς ἀπεξενωμένην τὴς Στωϊκῆς αἱρέσεως μὴ προσδέχοιτο, ἔστιν ἰσχυρῶς ἀπομάχεσθαι etc.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
