# Fragmenta Logica et Physica 1.393.1

Chrysippus, Fragmenta Logica et Physica, Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/chrysippus-2/fragmenta-logica-et-physica/1.393.1

Simplicius in Aristot. categ. f. 61 B ed. Bas. Ἄξιον δὲ καὶ τὴν τῶν Στωϊκῶν συνήθειαν πάντων περὶ τὰ ὀνόματα ταῦτα καταμαθεῖν. δοκοῦσι γὰρ οὗτοι τισὶν ἀνάπαλιν τῷ Ἀριστοτέλει τὴν διάθεσιν τῆς ἕξεως μονιμωτέραν ἡγεῖσθαι. τὸ δὲ ἀφορμὴν μὲν ἔχει τῆς τοιαύτης ὑπονοίας, οὐ μέντοι κατὰ τὸ μονιμώτερον ἢ μὴ παρὰ τοῖς Στωϊκοῖς ἡ τούτων εἴληπται διαφορά, ἀλλὰ κατ’ ἄλλας διαθέσεις. καὶ γὰρ τὰς μὲν ἕξεις ἐπιτείνεσθαί φασι δύνασθαι καὶ ἀνίεσθαι· τὰς δὲ διαθέσεις ἀνεπιτάτους εἶναι καὶ ἀνανέτους. διὸ καὶ τὴν εὐθύτητα τῆς ῥάβδου, κἂν εὐμετάβολος ᾗ, δυναμένη κάμπτεσθαι, διάθεσιν εἶναί φασι. μὴ γὰρ ἀνεθῆναι ἢ ἐπιταθῆναι τὴν εὐθύτητα μηδὲ ἔχειν τὸ μᾶλλον ἢ ἧττον, διόπερ εἶναι διάθεσιν. οὑτωσὶ δὲ καὶ τὰς ἀρετὰς διαθέσεις εἶναι, οὐ κατὰ τὸ μόνιμον ἰδίωμα, ἀλλὰ κατὰ τὸ ἀνεπίτατον καὶ ἀνεπίδεκτον τοῦ μᾶλλον· τὰς δὲ τέχνας καίτοι δυσκινήτους οὔσας [ἢ] μὴ εἶναι διαθέσεις. καὶ ἐοίκασι τὴν μὲν ἕξιν ἐν τῷ πλάτει τοῦ εἴδους θεωρεῖν· τὴν δὲ διάθεσιν ἐν τῷ τέλει τοῦ εἴδους καὶ ἐν τῷ μάλιστα, εἴτε κινοῖτο καὶ μεταβάλλοι, ὡς τὸ εὐθὺ τῆς ῥάβδου, εἴτε καὶ μή. μᾶλλον δ’ ἐχρῆν ἐκεῖνο ἐπιστῆσαι, μὴ ἡ παρὰ τοῖς Στωϊκοῖς σχέσις ἡ αὐτή ἐστι τῇ παρὰ Ἀριστοτέλει διαθέσει, κατὰ τὸ εὐανάλυτον καὶ δυσανάλυτον διϊσταμένη πρὸς τὴν ἕξιν· ἀλλ’ οὐδὲ οὕτως συμφωνοῦσιν. ὁ μὲν γὰρ Ἀριστοτέλης τὴν ἀβέβαιον ὑγείαν διάθεσιν εἶναί φησιν· οἱ δὲ ἀπὸ τῆς Στοᾶς τὴν ὑγείαν, ὅπως ἂν ἔχῃ, οὐ συγχωροῦσι σχέσιν εἶναι· φέρειν γὰρ τὸ τῆς ἕξεως ἰδίωμα. τὰς μὲν γὰρ σχέσεις ταῖς ἐπικτήτοις καταστάσεσι χαρακτηρίζεσθαι, τὰς δὲ ἕξεις ταῖς ἐξ ἑαυτῶν ἐνεργείαις. ὅθεν οὐδὲ χρόνου μήκει ἢ ἰσχύϊ εἰδοποιοῦνται αἱ ἕξεις κατ’ αὐτούς, ἰδιότητι δέ τινι καὶ χαρακτῆρι. καὶ ὥσπερ τὰ ἐῤῥιζωμένα μᾶλλον καὶ ἧττον ἐῤῥίζωται, ἓν δὲ ἔχει τὸ κοινὸν ἰδίωμα, τὸ ἀντέχεσθαι τῆς γῆς, οὕτω καὶ ἡ ἕξις ἐπὶ τῶν δυσκινήτων καὶ εὐκινήτων ἡ αὐτὴ θεωρεῖται. ὅλως γὰρ τῷ γένει πολλὰ ποιὰ ὄντα, ἐκλελυμένον ἐκεῖνο τὸ ἰδίωμα ἔχει καθὸ εἰδοποιεῖται, ὡς ὁ αὐστηρὸς οἶνος καὶ ἀμύγδαλα πικρὰ καὶ μολοττικὸς κύων καὶ μελιταῖος, οἷς πᾶσι μέτεστι μὲν ὁ γενικὸς χαρακτήρ, ἐπὶ βραχὺ δὲ καὶ ἀνειμένως, καὶ ὅσον ἐπ’ αὐτοῖς τοῖς ἐν τῇ ἕξει λόγοις ἐπιμένει ἐπὶ μιᾶς καταστάσεως αὕτη, τὸ δὲ εὐκίνητον πολλάκις ἐξ ἄλλης αἰτίας ἔχει. διόπερ οἱ Στωϊκοὶ διατείνουσι τὰς ἕξεις κοινότερον καὶ ἐπὶ τὰς εὐκινήτους ἃς λέγει ὁ Ἀριστοτέλης διαθέσεις, καὶ ταύτας ἡγοῦνται πολὺ διενηνοχέναι τῆς σχέσεως. ἡ γὰρ τοῦ ἀναλαμβάνοντος τὴν ὑγίειαν ἕξις καθίσεως καὶ προβολῆς καὶ τῶν τοιούτων σχέσεων πάντη διέστηκεν. αἱ μὲν γὰρ ἄῤῥιζοι καὶ ἀπαγεῖς εἰσιν· τὰς δὲ οὕτως ὑφεστηκέναι φασίν, ὥστε ἀφεθείσας διαμένειν ὅσον ἐφ’ ἑαυταῖς δύνασθαι, τὸ ἔμμονον ἐξ ἑαυτῶν καὶ τοῦ οἰκείου λόγου παρεχομένας. διὰ ταῦτα οὐδὲ ἡ ὁπωσοῦν δυσανάλυτος σχέσις λέγεται ἕξις παρ’ αὐτοῖς. εἰ γὰρ ἔξωθεν ἔχει τὸ δυσανάλυτον, ὥσπερ ὁ δακτύλιος ἐν δακτυλήθρᾳ ὤν, οὐκ ἂν εἴη ἐν ἕξει τῆς τοιαύτης καταστάσεως, ἀλλ’ εἰ ἀφ’ ἑαυτοῦ τὴν ἐνέργειαν παρέχοιτο τοῦ εἶναι τοιόνδε, τότε ἂν εἴη ἐν ἕξει, ὥσπερ ὁ πηλὸς εἰς ὄστρακον μεταβαλών. αὐτὸς γὰρ ἀφ’ ἑαυτοῦ τοιόσδε γέγονεν. ἀλλὰ ταῦτα μὲν οὕτως ἱστορείσθω. cf. f. 72 Δ. Τρίτη δὲ αἵρεσις ἡ τῶν Στωϊκῶν, οἵ τινες διελόμενοι χωρὶς τὰς ἀρετὰς ἀπὸ τῶν μέσων τεχνῶν, ταύτας οὔτε ἐπιτείνεσθαι λέγουσιν οὔτε ἀνίεσθαι. τὰς δὲ μέσας τέχνας καὶ ἐπίτασιν καὶ ἄνεσιν δέχεσθαί φασιν. τῶν οὖν ἕξεων καὶ τῶν ποιῶν κατὰ τούτους τὰ μὲν οὔτε ἐπιτείνεται οὔτε ἀνίεται, τὰ δὲ ἀμφότερα ἐπιδέχεται.

---

Chrysippus, Fragmenta Logica et Physica, ed. Hans Friedrich August von Arnim. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1264.tlg001.local001/.
