Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.400
Not analysed yet
Plotinus Ennead. VI lib. I, 30 (Vol. II p. 261 Mü.) . ἐν δὲ τοῖς πὼς ἔχουσιν ἄτοπον μὲν ἴσως τὰ πὼς ἔχοντα τρίτα τίθεσθαι ἢ ὁπωσοῦν τάξεως ἔχει, ἐπειδὴ περὶ τὴν ὕλην πὼς ἔχοντα πάντα. ἀλλὰ διαφορὰν τῶν πὼς ἐχόντων φήσουσιν εἶναι καὶ ἄλλως πὼς ἔχειν τὴν ὕλην ὡδὶ καὶ οὕτως, ἄλλως δὲ ἐν τοῖς πὼς ἔχουσι· καὶ ἔτι τὰ μὲν ποιὰ περὶ τὴν ὕλην πὼς ἔχοντα, τὰ ἰδίως δὲ πὼς ἔχοντα περὶ τὰ ποιά. ἀλλὰ τῶν ποιῶν αὐτῶν οὐδὲν ἢ ὕλης πὼς ἐχούσης ὄντων, πάλιν τὰ πὼς ἔχοντα ἐπὶ τὴν ὕλην αὐτοῖς ἀνατρέχει καὶ περὶ τὴν ὕλην ἔσται. πῶς δὲ ἓν τὸ πὼς ἔχον, πολλῆς διαφορᾶς ἐν αὐτοῖς οὔσης; πῶς γὰρ τὸ τρίπηχυ καὶ τὸ λευκὸν εἰς ἕν, τοῦ μὲν ποσοῦ, τοῦ δὲ ποιοῦ ὄντος; πῶς δὲ τὸ πότε καὶ τὸ ποῦ; πῶς δὲ ὅλως πὼς ἔχοντα τὸ χθὲς καὶ τὸ πέρυσι καὶ τὸ ἐν Λυκείῳ καὶ ⟨ἐν⟩ Ἀκαδημίᾳ; καὶ ὅλως πῶς [δὲ] ὁ χρόνος πὼς ἔχων; οὔτε γὰρ αὐτὸς οὔτε τὰ ἐν αὐτῷ [τῷ χρόνῳ] οὔτε ὁ τόπος οὔτε τὰ ἐν τῷ τόπῳ. τὸ δὲ ποιεῖν πῶς πὼς ἔχον; ——ἴσως δ’ ἂν μόνον ἁρμόσει⟨ε⟩ ἐπὶ τοῦ κεῖσθαι τὸ πὼς ἔχον καὶ ἐπὶ τοῦ ἔχειν. ἐπὶ δὲ τοῦ ἔχειν οὐ πὼς ἔχον ἀλλὰ ἔχον.