Ancient Greek · ~14 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.403.1
Not analysed yet
Simplicius in Aristot. categor. f. 42E ed. Bas. Οἱ δὲ Στωϊκοὶ ἀνθ’ ἑνὸς γένους δύο κατὰ τὸν τόπον τοῦτον ἀριθμοῦνται, τὰ μὲν ἐν τοῖς πρός τι τιθέντες, τὰ δὲ ἐν τοῖς πρός τί πως ἔχουσι. καὶ τὰ μὲν πρός τι ἀντιδιαιροῦσι τοῖς καθ’ αὑτά· τὰ δὲ πρός τί πως ἔχοντα τοῖς κατὰ διαφοράν, πρός τι μὲν λέγοντες τὸ γλυκὺ καὶ πικρὸν καὶ τὰ τοιαῦτα καὶ ὅσα τοιώσδε διατίθησι· πρός τι δέ πως ἔχοντα οἷον δεξιόν, πατέρα καὶ τὰ τοιαῦτα. κατὰ διαφορὰν δέ φασι τὰ κατά τι εἶδος χαρακτηριζόμενα. ὥσπερ οὖν ἄλλη τῶν καθ’ αὑτὰ ἔννοια καὶ ἄλλη τῶν κατὰ διαφοράν, οὕτως ἄλλα μὲν τὰ πρός τι ἐστίν, ἄλλα δὲ τὰ πρός τί πως ἔχοντα. ἀντεστραμμένη δέ ἐστι τῶν συζυγιῶν ἡ ἀκολουθία. τοῖς μὲν γὰρ καθ’ αὑτὰ συνυπάρχει τὰ κατὰ διαφοράν. καὶ γὰρ τὰ καθ’ αὑτὰ ὄντα διαφορὰς ἔχει τινάς, ὥσπερ τὸ λευκὸν καὶ μέλαν. οὐ μέντοι τοῖς κατὰ διαφορὰν τὰ καθ’ αὑτὰ συνυπάρχει. τὸ γὰρ γλυκὺ καὶ πικρὸν διαφορὰς μὲν ἔχει, καθ’ ἃς χαρακτηρίζεται, οὐ μέντοι καθ’ αὑτά ἐστι τοιαῦτα, ἀλλὰ πρός τι. τὰ δὲ πρός τί πως ἔχοντα, ἅπερ ἀντίκειται τοῖς κατὰ διαφοράν, πάντως καὶ πρός τι ἐστίν. ὁ γὰρ δεξιὸς καὶ πατὴρ μετὰ τοῦ πῶς ἔχειν καὶ πρός τι εἰσίν. τὸ γλυκὺ καὶ πικρὸν πρός τι ὄντα κατὰ διαφοράν ἐστι· τὰ δὲ πρός τί πως ἔχοντα ἐναντία τοῖς κατὰ διαφορὰν ὑπάρχει. καὶ γὰρ τὰ μὲν πρός τί πως ἔχοντα ἀδύνατον καθ’ αὑτὰ εἶναι ἢ κατὰ διαφοράν. ἐκ γὰρ τῆς πρὸς ἕτερον σχέσεως ἤρτηται μόνης. τὰ μέντοι πρός τι καθ’ αὑτὰ μὲν οὐκ ἔστι (οὐ γάρ ἐστιν ἀπόλυτα) κατὰ διαφορὰν δὲ πάντως ἔσται· μετὰ γάρ τινος χαρακτῆρος θεωρεῖται. -εἰ δὲ δεῖ σαφέστερον μεταλαβεῖν τὰ λεγόμενα, πρός τι μὲν λέγουσιν ὅσα κατ’ οἰκεῖον χαρακτῆρα διακείμενά πως ἀπονεύει πρὸς ἕτερον, πρός τι δέ πως ἔχοντα ὅσα πέφυκε συμβαίνειν τινὶ καὶ μὴ συμβαίνειν ἄνευ τῆς περὶ αὐτὰ μεταβολῆς καὶ ἀλλοιώσεως μετὰ τοῦ πρὸς τὸ ἐκτὸς ἀποβλέπειν, ὥστε ὅταν μὲν κατὰ διαφοράν τι διακείμενον πρὸς ἕτερον νεύσῃ, πρός τι μόνον τοῦτο ἔσται, ὡς ἡ ἕξις καὶ ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις. ὅταν δὲ μὴ κατὰ τὴν ἐνοῦσαν διαφοράν, κατὰ ψιλὴν δὲ τὴν πρὸς ἕτερον σχέσιν θεωρῆται, πρός τί πως ἔχον ἔσται. ὁ γὰρ υἱὸς καὶ ὁ δεξιὸς ἔξωθέν τινων προσδέονται πρὸς τὴν ὑπόστασιν. διὸ καὶ μηδεμιᾶς γινομένης περὶ αὐτὰ μεταβολῆς, γένοιτ’ ἂν οὐκέτι πατὴρ τοῦ υἱοῦ ἀποθανόντος, ὁ δὲ δεξιὸς τοῦ παρακειμένου μεταστάντος. τὸ δὲ γλυκὺ καὶ πικρὸν οὐκ ἂν ἀλλοῖα γένοιτο, εἰ μὴ συμμεταβάλλοι καὶ ἡ περὶ αὐτὰ δύναμις. εἰ τοίνυν καὶ μηδὲν αὐτὰ παθόντα μεταβάλλοι κατὰ τὴν τοῦ ἄλλου πρὸς αὐτὰ σχέσιν, δηλονότι ἐν τῇ σχέσει μόνῃ τὸ εἶναι ἔχει καὶ οὐ κατά τινα διαφοράν, τὰ πρός τί πως ἔχοντα. ibid. cf. 43 A. ἕπεται δὲ αὐτοῖς κἀκεῖνο ἄτοπον τὸ σύνθετα ποιεῖν τὰ γένη ἐκ προτέρων τινῶν καὶ δευτέρων, ὡς τὸ πρός τι ἐκ ποιοῦ καὶ πρός τι· ἀλλὰ καὶ περὶ τῆς ἀκολουθίας, οὔτε ὡς οἱ Στωϊκοὶ λέγουσι τῷ μὲν πρός τί πως ἔχοντι τὸ πρός τι ἕπεται, τῷ δὲ πρός τι οὐκέτι τὸ πρός τί πως ἔχον· οὔθ’ ὡς ὁ Βοηθὸς ἀμυνόμενος αὐτούς etc. ibid. f. 44B. καὶ οὐ καλῶς οἱ Στωϊκοὶ νομίζουσι πάσης τῆς κατὰ διαφορὰν ἰδιότητος ἀπηλλάχθαι τὰ πρός τί πως ἔχοντα, διότι πέφυκε συμβαίνειν καὶ ἀποσυμβαίνειν μηδεμιᾶς μεταβολῆς περὶ αὐτὰ γενομένης. ψεῦδος γὰρ τοῦτο λέγεται etc.