Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.408
Not analysed yet
Galenus de elementis sec. Hippocr. I 6. Vol. I p. 469 K. ὅτι τε γὰρ ἁπλούστερόν ἐστι πυρὸς ἡ ἄκρα θερμότης, ὅτι τε ταύτης ἐγγινομένης τῇ ὕλῃ πῦρ ἀποτελεῖται, τοῖς φιλοσόφοις ὡμολόγηται πᾶσιν, οἷς Ἀθήναιος ἕπεσθαι σπουδάζει. καὶ μὲν δὴ καὶ ὡς ἀρχὴ τῆς τοῦ πυρὸς γενέσεως ὕλη τίς ἐστιν ἡ ἅποσιν ὑποβεβλημένη τοῖς στοιχείοις ἡ ἄποιος ἥ τ’ ἐγγινομένη ταύτῃ θερμότης ἡ ἄκρα, καὶ τοῦθ’ ὁμοίως ὡμολόγηται· καὶ ὡς ἡ μὲν ὕλη διὰ παντὸς τοῦ αἰῶνος ἐστίν, ἀγένητός τε καὶ ἄφθαρτος οὖσα, τὸ δὲ γινόμενόν τε καὶ ἀπογινόμενον αὐτῆς ἡ ποιότης ἐστίν· καὶ ὡς ὁμογενὲς εἶναι χρὴ τὸ στοιχεῖον, οὗπερ ἂν ᾗ στοιχεῖον. ἐν τούτῳ γὰρ δὴ καὶ διήνεγκε στοιχεῖον ἀρχῆς, ἐν τῷ τὰς μὲν ἀρχὰς οὐκ ἐξ ἀνάγκης ὁμογενεῖς εἶναι τοῖς πράγμασιν, ὧν ὑπάρχουσιν ἀρχαί, τὰ δὲ στοιχεῖα πάντως ὁμογενῆ.