Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.411
Not analysed yet
Galenus methodi med. I 2. Vol. X 15 K. (contra Thessalum medicum pugnans, qui Hippocrati ceterisque antiquis medicis obtrectaverat) εἰ δὲ τοὺς ἀπὸ τῆς Στοᾶς φιλοσόφους εἰς τὸ συνέδριον εἰσαγαγόντες ἐπιτρέψαιμεν καὶ τούτοις τὴν ψῆφον, ἐξ ὧν αὐτοὶ τίθενται δογμάτων, ἐκ τούτων Ἱπποκράτην στεφανώσουσι. τὸ γὰρ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν Ἱπποκράτης μὲν πρῶτος εἰσηγήσατο, μετ’ αὐτὸν δ’ Ἀριστοτέλης ἀπέδειξεν· ἕτοιμα δ’ ἤδη παραλαβόντες οὐκ ἐφιλονίκησαν οἱ περὶ τὸν Χρύσιππον, ἀλλ’ ἐκ τούτων τὰ σύμπαντα κεκράσθαι λέγουσι, καὶ ταῦτ’ εἰς ἄλληλα πάσχειν καὶ δρᾶν, καὶ τεχνικὴν εἶναι τὴν φύσιν, ἅπαντά τε τἄλλα τὰ περὶ φύσεως Ἱπποκράτους δόγματα προσίενται· πλὴν περὶ μικροῦ τινός ἐστιν αὐτοῖς ἡ διαφορὰ πρὸς Ἀριστοτέλη. λέγοντος γὰρ Ἱπποκράτους ὀρθῶς ὡς σύμπνουν καὶ σύῤῥουν ἐστὶν ἅπαν τὸ σῶμα καὶ πάντα συμπαθῆ τὰ τῶν ζῴων μόρια, προσίενται μὲν ἀμφότεροι τουτί, διαφέρονται δὲ ἐν τῷ τὰς μὲν ποιότητας μόνας τὸν Ἀριστοτέλη δι’ ἀλλήλων ἰέναι καὶ κεράννυσθαι πάντη, τοὺς δ’ ἀπὸ τῆς Στοᾶς οὐ ταύτας μόνας, ἀλλὰ καὶ τὰς οὐσίας αὐτὰς ὑπολαμβάνειν.