Ancient Greek · ~17 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.420.1
Not analysed yet
Galenus de constitutione artis medicae 7. Vol. I p. 245 K. Ἔστι μὲν δὴ τὸ προκείμενον -αὐτὸ τοῦτο ἐξευρεῖν, ὁποῖα τὰ πρὸς τὴν φύσιν ἐστὶ [τὰ] πρῶτά τε καὶ ἁπλούστατα μόρια. μὴ τοίνυν ἐπὶ πάντων, ἀλλ’ ἐφ’ ἑνὸς -ὁ λόγος ἡμῖν γιγνέσθω, τῆς σαρκὸς ἐπισκεπτομένης, πρῶτον μὲν εἰ ἕν τι τὴν ἰδέαν ἐστὶ τὸ γεννῆσαν αὐτὴν στοιχεῖον (οὐδὲν γὰρ χεῖρον οὕτως ὀνομάσαι τὸ πρῶτόν τε καὶ ἁπλούστατον ἐν αὐτῇ μόριον)· εἶθ’ ἑξῆς, εἴπερ μὴ φαίνοιτο τοιοῦτον, εἰ πολλά, κἄπειτα πόσα γε καὶ τίνα καὶ ὅστις ὁ τρόπος αὐτοῖς ἐστι τῆς συνθέσεως. ἐπεὶ τοίνυν ἡ σὰρξ ὀδυνᾶται τεμνομένη τε καὶ θερμαινομένη σφοδρῶς, ἀδύνατον ἓν εἶναι τῷ εἴδει τὸ στοιχεῖον, οἷον Ἐπίκουρος ὑπέθετο τὴν ἄτομον. ὅτι γὰρ [οὐχ] ἓν τῷ εἴδει τὸ στοιχεῖόν ἐστι ⟨τὸ⟩ τοιοῦτον, ἐνθένδε δῆλον. οὐδεμία τῶν ἀτόμων αὐτὴ καθ’ αὑτὴν οὔτε θερμὴ τὴν φύσιν ἐστὶν οὔτε ψυχρά, οὐ μὴν οὐδὲ λευκή τίς ἐστιν ἐξ αὐτῶν ἢ μέλαινα. ——ὅλως γὰρ οὐδεμία ποιότης ἐστὶν αὐτῇ τῇ ἀτόμῳ, ὡς οἱ πατέρες αὐτῶν βούλονται. τῶν γὰρ δὴ τοιούτων ποιοτήτων πᾶσαι δι’ ὅλων φαίνονται διεληλυθέναι τῶν σωμάτων, ὡς ἥ γε κατὰ τὸ σχῆμα ποιότης ὑπάρχει πάσαις αὐταῖς, ὑπάρχει δὲ καὶ ἀντιτυπία καὶ βάρος. ἀλλ’ εἴτε ποιότητα χρὴ καλεῖν, εἴτε ἄλλο τι τὰ τοιαῦτα, πρός γε τὸ προκείμενον οὐδὲν διαφέρει. πάσαις γὰρ αὐταῖς ὑπάρχει τὰ εἰρημένα, καὶ οὐ διαφέρουσιν ἀλλήλων εἴδει, καθάπερ αἱ ὁμοιομέρειαι τοῖς ἐκείνας ὑποτιθεμένοις, ἢ τὰ τέτταρα στοιχεῖα τοῖς ὑποτιθεμένοις ταῦτα. φησὶν οὖν Ἱπποκράτης· ἐγὼ δέ φημι, εἰ ἓν ἦν ἄνθρωπος, οὐδέποτ’ ἂν ἤλγεεν ὀρθότατα λέγων. τὸ γὰρ ἓν ἀμετάβλητον εἰς ἕτερον, οὐκ ἔχον γε εἰς ὃ μεταβάλοι. τὸ δὲ ἀμετάβλητον ἀναλλοίωτον καὶ ἀπαθές, τὸ δὲ ἀπαθὲς ἀνώδυνον. γίγνεται τοίνυν ἐκ τῶν εἰρημένων προτάσεων συμπέρασμα, τὸ ἓν ἀπαθὲς ὑπάρχειν. ἐφ’ ᾧ πάλιν ἕτερος ἐρωτηθήσεται λόγος τοιόσδε· εἰ ἓν ἦν τῷ εἶδει τὸ στοιχεῖον, οὐδὲν ἐν τοῖς πᾶσιν οὐδέποτε ὀδυνήσεται· ἀλλὰ μὴν ὀδυνᾶται. οὐκ ἄρα ἕν ἐστι τὸ στοιχεῖον. ἐπεὶ δ’ ὑπέκειτο περὶ σαρκὸς ποιεῖσθαι τὸν λόγον, ἐπ’ ἐκείνης ἐξεταζέσθω. εἰ ἓν ἦν τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον, οὐδέποτε ἡ σὰρξ ὀδυνήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἕν ἐστι τῷ εἴδει τὸ τῆς σαρκὸς στοιχεῖον. ὁ δ’ αὐτὸς λόγος καὶ καθ’ ἕτερον ἐρωτηθήσεται τρόπον· εἰ ἀπαθές ἐστι τὸ τῆς σαρκὸς στοιχεῖον, οὐκ ὀδυνηθήσεται· ἀλλὰ μὴν ὀδυνᾶται· οὐκ ἄρα ἐστὶν ἀπαθές. εἰ δὲ καὶ πλείω λέγοι τις εἶναι τὰ στοιχεῖα, μὴ μέντοι γε ἀλλοιούμενα, καὶ ἐπ’ ἐκείνων ὁ αὐτὸς λόγος ἐρωτηθήσεται κατὰ τὸν αὐτὸν τρόπον. εἰ ἀπαθῆ τῆς σαρκός ἐστι τὰ στοιχεῖα, οὐκ ἀλγήσει· ἀλλὰ μὴν ἀλγεῖ· οὐκ ἄρα ἐστὶν ἀπαθῆ τὰ τῆς σαρκὸς στοιχεῖα. ὁ μὲν οὖν πρότερος λόγος ἀνατρέπει τήν τε τῶν ἀτόμων καὶ τὴν τῶν ἀνάρμων καὶ τὴν τῶν ἐλαχίστων ὑπόθεσιν, κατὰ δὲ τὸν δεύτερον ἥ τε τῶν ὁμοιομερῶν ἀναιρεῖται δόξα καὶ ἡ Ἐμπεδοκλέους. καὶ γὰρ οὗτος ἐκ τῶν τεσσάρων στοιχείων βούλεται συνίστασθαι τὰ σώματα, μὴ μεταβαλλόντων εἰς ἄλληλα. προσέχε νῦν ἤδη τῷ λόγῳ, ὃς θᾶττον ἐλπίδος ἐξεῦρε τὸ μέγιστον μέρος ὧν ἐζήτεις. οὐκ ἀπαθῆ γὰρ ἀπέδειξεν εἶναι δεῖν τὰ στοιχεῖα τῆς σαρκός. οὔκουν ἔτι καθέξουσι τὸ προκείμενον κατὰ τὸν λόγον, ἐν τῇ συνθέσει τῶν ἀπαθῶν ἐκείνων σωμάτων, ἃ δὴ στοιχεῖα τῆς τῶν ὄντων ἁπάντων φύσεως ὑποτίθενται, τὰς ὀδύνας γεννᾶσθαι φάσκοντες. ἀπαθὲς γὰρ ὀδυνώμενον οὔθ’ ἡ διάνοια παραδέχεται, καὶ πολὺ δὴ μᾶλλον οὐδὲν τῶν αἰσθητῶν μαρτυρεῖ. τοὺς γοῦν δακτύλους εἰ συμπλέξαις ἀλλήλοις, εἶτ’ αὖθις ἀποχωρίζοις, οὔθ’ ἡ σύνοδος οὔθ’ ὁ διαχωρισμὸς ὀδύνην ἐργάσεται. τὸ μὲν γὰρ ὀδυνᾶσθαι σὺν τῷ πάσχειν ἐστίν· πάσχει δὲ οὐδὲν τὸ ψαῦον, ἐπειδήπερ ἐν δυοῖν τούτοιν ἐστὶ τὸ πάσχειν, ἀλλοιώσει τε τῇ δι’ ὅλων καὶ λύσει τῆς συνεχείας. ὁπότ’ οὖν οὐδ’ ἐν τοῖς παθητικοῖς ἐναργῶς σώμασιν οὔθ’ ἡ σύνοδος οὔθ’ ἡ ἄφοδος ὀδύνην ἐργάζεται, σχολῇ γε ἂν ἐν τοῖς ἀπαθέσιν ἐργάσαιτο. ——χρὴ τοίνυν τὸ μέλλον ὀδυνήσεσθαι παθητὸν εἶναι καὶ αἰσθητόν. οὐ μὴν ἐξ αἰσθητικῶν γε τῶν πρώτων ἀναγκαῖον εἶναι τὸ αἰσθητικόν, ἀλλ’ ἀρκεῖ τὸ παθητικὸν μόνον. αἰσθητικὸν γὰρ δύναται γενέσθαι ποτέ, μεταβάλλον τε καὶ ἀλλοιούμενον. ἐπεὶ δ’ ἀπείρους ἐγχωρεῖ τὸ πλῆθος γενέσθαι τὰς ἐκ τῶν στοιχείων ἀλλοιώσεις τε καὶ κράσεις, ἄπειροι τῶν κατὰ μέρος σωμάτων αἱ ἰδιότητες συστήσονται, καθ’ ἃς οὐδὲν ἄτοπον ἀναίσθητα γενέσθαι πολλά, καὶ τῶν αἰσθανομένων τὸ μὲν μᾶλλον αἰσθάνεσθαι, τὸ δ’ ἧττον.